14. Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν ἀπροαιρέτως
15. ἢ διαστρέφωνται ἢ θάτερος θατέρου ἐλάσσων γίνηται ἢ τὰ
16. λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πέλια ἢ μέλανα φλέβιά ἐν αὐτέοισιν
17. ἔχωσιν ἢ λῆμαι ἐόντες φαίνωνται περὶ τὰς ὄψιας
18. ἢ καὶ ἐναιωρεύμενοι ἢ ἐξίσκοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι
1. ἢ αἱ βλεφαρίδες καμπύλαι ἢ ἰσχυραὶ αἴολαι ἢ αἱ
2. ὄψιες αὐχμῶσαι καὶ ἀλαμπεῖς ἱστάμεναι καὶ τὸ πρόσωπον
3. πέλιον καὶ φοβερὸν ἰδεῖν· καὶ οἱ ὀδόντες πέλιοι γίνονται·
4. ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ,
5. ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι.
7. Τὰ εἰρημένα συμπτώματα κοινὸν μὲν ἔχει τὸ παρὰ
8. φύσιν εἶναι. διαφέρει δ’ ἀλλήλων τῷ τὰ μὲν ἁπλῶς ἐναντία
9. τοῖς κατὰ φύσιν ὑπάρχειν, ἔνια δ’, ὡς αὐτὸς ἔμπροσθεν
10. εἶπεν, ἐναντιώτατα. διὸ καὶ κατὰ τὸν κοινὸν ἐπιλογισμὸν
11. ἅπαντα μὲν ὀλέθρια νομισθήσονται, κατὰ δὲ τὴν ποσότητα
12. τῆς ἐναντιώσεως, ἧττόν τε καὶ μᾶλλον ἕξει τοῦτο. τάς γε
13. μὴν διαθέσεις ἐφ’ αἷς γίνεται κατὰ τὴν ἀκολουθίαν τῶν ἀφ’
14. Ἱπποκράτους δογμάτων ἄμεινόν ἐστιν ἐπισκέψασθαι· τὸ
15. τοίνυν φεύγειν τὴν αὐγὴν, ὅπερ ἐστὶν ἀποστρέφεσθαι, δι’
16. ἀσθένειαν γίνεται τῆς ὀπτικῆς δυνάμεως, ἐνίοτε μὲν ἐπὶ
17. τῇ τῶν ὀργάνων διαθέσει καμνούσης, ὥσπερ ἐν ταῖς ὀφθαλμίαις,
1. ἐνίοτε δ’ αὐτῆς καθ’ αὑτὴν, ἡνίκα ὀλέθριόν ἐστι τὸ
2. σημεῖον. οὕτω δὲ καὶ τὸ δακρύειν, ἔαν μὲν ἤτοι δι’ ὀφθαλμίαν
3. ἢ διά τι ῥεῦμα καταφερόμενον ἐκ τῆς κεφαλῆς γίνηται,
4. παρὰ φύσιν μέν ἐστιν, οὐ μὴν θάνατόν γε σημαίνει
5. πάντως, ἐὰν δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως,
6. ὀλέθριόν τέ ἐστι καὶ θανατῶδες. αἵ γε μὴν διαστροφαὶ
7. τῶν ὀφθαλμῶν σπωμένων γίνονται τῶν κινούντων αὐτοὺς
8. μυῶν, ὅπερ ἐὰν μὲν αὐτῶν ᾖ μόνον ἐκείνων πάθος, οὐδὲν
9. ἄτοπον, ἐὰν δὲ τῆς ἀρχῆς τῶν νεύρων, ὅπερ ἐστὶν ἐγκέφαλος,
10. ἐσχάτως ὀλέθριον. αἰσθάνονται γὰρ τῶν κατὰ τὴν
11. ἀρχὴν παθημάτων οἱ πλησιάζοντες μύες πρότεροι τῶν ἄλλων,
12. ἐνίοτε μὲν οἱ κατὰ τοὺς ὀφθαλμοὺς ὑπὲρ, ὧν νῦν λέγει,
13. ποτὲ δὲ καὶ οἱ κροταφῖται καλούμενοι, περὶ ὧν ἐν τῷ
14. περὶ ἄρθρων ἐδίδαξε· καὶ μὴν τὸ γενέσθαι τινὰ τῶν ὀφθαλμῶν
15. τοῦ κατὰ φύσιν ἐλάττω ὀλέθριον σύμπτωμα. νεκροῦσθαι
16. γὰρ δηλοῖ τὴν διοικοῦσαν αὐτὸν δύναμιν. τὸ δὲ τὰ
17. λευκὰ τῶν ὀφθαλμῶν ἐρυθρὰ φαίνεσθαι, καθάπερ ἐν ὀφθαλμίαις
18. τέ τισι καὶ τῶν μεθυσθέντων ἐνίοις, ἐνδεικτικόν ἐστι
1. τοῦτο τοῦ κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγας πλήθους. ἔστι
2. δ’ ὅτε καὶ φλεγμονῆς ἐν αὐτοῖς γεγενημένης, ἑκατέρως γὰρ
3. ἀποθλίβεται τὸ αἷμα πρὸς τὰς ἐν τοῖς ὀφθαλμοῖς φλέβας.
4. διὸ ἐρυθρὸν φαίνεται τὸ λευκὸν ἐν αὐτοῖς μέρος, ὅπερ ἐστὶ
5. τὸ πέριξ τῆς στεφάνης ὀνομαζομένης, ἣν ἐμάθομεν ἐν ταῖς
6. ἀνατομαῖς ἁπάντων τῶν κατὰ τὸν ὀφθαλμὸν ὑμένων τε καὶ
7. χιτώνων σύνδεσμόν τινα οὖσαν. ἐμάθομεν δὲ ὡς τὸ τοῦ
8. περικρανίου πέρας ἐπὶ ταύτην ἐξήκει, μετὰ τῶν ἐν αὐτῷ
9. φλεβῶν. ὅτι δὲ διὰ ταῦτα ἔφη τὸ λευκὸν ἐρυθρὸν γίνεσθαι,
10. σαφῶς ἐδήλωσε διὰ τῶν ἐπιφερομένων εἰπών· ἢν
11. πέλια ἢ μέλανα φλέβιά ἐν αὐτοῖς ἔχωσιν, ἔστι δὲ τοῦτο
12. πάντως ὀλέθριον. ἐρυθρὰ μὲν γὰρ φαίνεται τὰ φλέβια καὶ
13. διὰ πλῆθος, ὡς ἔφην, ἤ τινα φλεγμονὴν τῶν κατὰ τὸν ἐγκέφαλον.
14. μελαίνεται δὲ καὶ πελιδνοῦται ψυχόμενα, ψύχεται
15. δὲ νεκρούμενα καὶ διὰ τοῦτο ὀλέθρια δὴ τὰ τοιαῦτα χρώματα
16. διὰ παντός ἐστιν. αἵ γε μὴν λῆμαι γίνονται μὲν, ὡς
17. ἴσμεν, καὶ διὰ τὸ τῶν ὀργάνων πάθος, ὡς ἐν ὀφθαλμίαις
18. τε καὶ ἄλλως οὐδένα κίνδυνον δηλοῦσαι. γίνονται δὲ καὶ
1. διὰ ἀῤῥωστίαν τῆς διοικούσης τὰ κατὰ τὸν ὀφθαλμὸν δυνάμεως
2. φυσικῆς, ἀδυνατούσης ἐκπέπτειν τὴν τροφὴν τῶν
3. ὀφθαλμῶν. ἐδείχθη γὰρ ἡμιπέπτου τροφῆς ἡ λήμη περίττωμα.
4. κατὰ μὲν οὖν τὰς ὀφθαλμίας διά τε τὸ πλῆθος τῆς
5. παρὰ φύσιν ὑγρότητος καὶ διὰ τὸ πάθος τῶν ὀργάνων εἰκός
6. ἐστι μὴ πέπτεσθαι καλῶς τὴν τροφὴν αὐτῶν. ἔνθα δ’
7. ἔνδεια σαφής ἐστι δηλουμένη διὰ τῆς κοιλότητος, ἡ μὲν
8. ἀπὸ τοῦ πλήθους αἰτία παντάπασιν οἴχεται, καταλείπεται
9. δὲ ἡ τῆς δυνάμεως ἀσθένεια μόνη. καὶ οὐδ’ ἡ
10. τυχοῦσά τις αὕτη γε, ἀλλ’ ἰσχυρὰ πάνυ, μηδὲ τὴν ὀλιγίστην
11. τροφὴν τῶν ὀφθαλμῶν ἱκανῶς πέπτειν ἰσχύουσα. οἵ
12. γε μὴν ἐναιωρούμενοι, τουτέστιν ἀστήρικτοι καὶ κινούμενοι
13. διὰ παντὸς ὀφθαλμοὶ, γνώρισμά εἰσιν ἢ παραφροσύνης ἢ
14. τρόμου τῶν περὶ αὐτοὺς μυῶν, ὧν ἑκάτερον ἐπὶ τῆς προκειμένης
15. διαθέσεως ὀλέθριόν ἐστιν. αἵ τε γὰρ μετ’ ἐνδείας
16. παραφροσύναι χαλεπώταται καὶ οἱ διὰ ξηρότητα τῶν ὀργάνων
17. τρόμοι παντάπασιν ἀνίατοι. καὶ μὴν καὶ τοὺς ἐξίσχοντας
1. ὀφθαλμοὺς ἢ κοίλους ἰσχυρῶς γινομένους μέμφεται.
2. τὸ μὲν οὖν τῶν ἐξισχόντων σύμπτωμα καὶ κατὰ τὴν ἀρχὴν
3. τοῦ νοσήματος γίνεται καὶ μάλιστα τοῖς ἐμέσασιν ἐπὶ πολυφαγίᾳ
4. τε καὶ πολυποσίᾳ. τὸ δὲ τῶν ἰσχυρῶς ἐγκοίλων οὐ
5. γίνεται, διόπερ οὐδετέρου κατ’ ἀρχὰς ἐμνημόνευσεν, ἡνίκα
6. ἔλεγε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι. τοῦτο μὲν ὅτι μηδ’ ὅλως
7. ἐν τῷ νεκρώδει προσώπῳ φαίνεται ἐν ἀρχῇ. πῶς γὰρ ἂν
8. ἅμα κοῖλοί τε καὶ ἐξίσχοντες εἶεν οἱ ὀφθαλμοί; τοῦτο δὲ
9. ὅτι μηδ’ ὅλως γίνεται τηνικαῦτα καὶ δόξει γε τὸ κατὰ τοὺς
10. ἐξίσχοντας ὀφθαλμοὺς μάχεσθαι τοῖς προειρημένοις. εἰρηκὼς
11. γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου ῥῖνα ὀξεῖαν, ὀφθαλμοὺς
12. κοίλους, εἶτα ἐπιδιοριζόμενος αὐτὰ τοῖς μετὰ τὴν τρίτην
13. ὁρωμένοις οὐκ ὀρθῶς προσέθηκε τοὺς ἐξίσχοντας. ὃ δέ
14. μοι δοκεῖ γεγονέναι κατὰ τόνδε τὸν λόγον ὑπ’ αὐτοῦ καὶ δὴ
15. φράσω μεταβαλὼν ὅλην τὴν ῥῆσιν αὐτοῦ εἰς τοιάνδε λέξιν·
16. ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ
17. πρόσωπον τοιοῦτον ᾖ, περί τε τουτέων ἐπανερέσθαι, περὶ
18. ὧν καὶ πρόσθεν ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά
1. τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς. ἔστι
2. δὲ τὰ γινόμενα σημεῖα ἐν τοῖς ὀφθαλμοῖς ὀλέθρια μετὰ τὴν
3. τρίτην ἡμέραν τοιάδε. φεύγειν τὴν αὐγὴν, δακρύειν, διαστρέφεσθαι,
4. τὸν ἕτερον ὀφθαλμὸν ἐλάττονα γίνεσθαι θατέρου.
5. τὰ λευκὰ μόρια κατ’ αὐτοὺς ἐρυθρὰ φαίνεσθαι, φλέβας
6. ἔχειν ἤτοι μελαίνας ἢ πελιδνὰς ἢ λήμας εἶναι ἐναιωρεῖσθαί
7. τε ἢ ἐξίσχειν ἢ κοίλους ἰσχυρῶς εἶναι, τοῦ τε προσώπου
8. παντὸς ἠλλοιοῦσθαι τὸ χρῶμα. πάντα γὰρ ταῦτά ἐστιν ὀλέθρια
9. καὶ ὅ τι περ ἂν αὐτῶν ἐπὶ τῷ προειρημένῳ γένηται
10. προσώπῳ, τεκμήριον οὐ σμικρόν ἐστι τοῦ μέλλοντος ἔσεσθαι
11. θανάτου. κατ’ αὐτὴν οὖν τὴν διάνοιαν δοκεῖ μοι συγκαταριθμεῖσθαι
12. τοῖς ἄλλοις σημείοις, ὅσα τῷ νεκρώδει προσώπῳ
13. δύνανται συνυπάρχειν καὶ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς
14. καὶ μὴ δυναμένους συνυπάρχειν, ὅτι μὴ μόνον προκείμενον
15. ἦν αὐτῷ τὰ τῷ νεκρώδει σώματι συνυπάρχοντα λέγειν,
16. ἀλλὰ καὶ τῶν ὀλεθρίων σημείων ὅσα κατὰ τὸ πρόσωπον
17. φαίνονται ποιήσασθαι κατάλογον. ὥστ’ εἰ μὴ μόνον
18. ἓν, ἀλλὰ καὶ πλείω τῶν εἰρημένων δυνατὸν ἦν μὴ συνυπάρξαι
1. τῷ νεκρώδει προσώπῳ, μηδεμίαν εἶναι μάχην ἐπὶ τὴν
2. διδασκαλίαν αὐτοῦ τῶν μοχθηρῶν ἁπάντων μεταβεβηκότος.
3. ὅτι δ’, ὡς ἔφην, ὀρθῶς εἶπε καὶ μή πω οἷόν τε ᾖ τοῖσιν
4. ἄλλοισι σημείοισι συντεκμαίρεσθαι, σκοπεῖν ἤδη σοι ἑνὶ μὲν
5. κεφαλαίῳ κοινῷ τῷδε· τῶν εἰρημένων ἕκαστον ἢ οὐ γίνεται
6. κατ’ ἀρχὰς ἣ οὐκ ἐξ ἅπαντός ἐστιν ὀλέθριον. ἰδίᾳ δὲ καθ’
7. ἕκαστον ἐπισκοπουμένῳ σοι φανεῖται τοῦτ’ ἀληθέστατον.
8. ἐκ πολυποσίας οὖν ἐνίοτε καὶ σφοδρῶν ἐμέτων ἐν ἀρχῇ τῶν
9. νόσων συμβαίνει τὸ τὴν αὐγὴν φεύγειν, οὕτω δὲ καὶ τὸ
10. δακρύειν καὶ τὸ διαστρέφεσθαι ἢ ἐναιωρεῖσθαι ἢ ἐξέχειν
11. ἢ τὸ τὰς φλέβας ἐρυθρὰς ἔχειν. ἡ δ’ ἐπὶ τὸ πελιδνὸν ἢ
12. μέλαν χρῶμα μεταβολὴ τῶν φλεβῶν οὐκ ἐν ἀρχῇ γένοιτό
13. ποτε, καθάπερ οὐδ’ ὑπερβάλλουσα κοιλότης, οὐδὲ τὸ λημᾷν,
14. ἀλλὰ τοὐλάχιστον ἤτοι τριῶν ἢ τεσσάρων ἡμερῶν εἰς τὸ
15. γενέσθαι δεῖται.