2. Σκοπεῖν δὲ ὧδε χρὴ πρὸς τούτοις καὶ τὰς ὑποφάσιας τῶν
3. ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν. ἢν γάρ τι ὑποφαίνηται
4. τοῦ λευκοῦ τῶν βλεφάρων μὴ συμβαλλομένων μὴ ἐκ διαῤῥοίης
5. ἢ φαρμακοποσίης ἐόντι ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν,
6. φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.
8. Ἀπὸ τοῦ ὑποφαίνεσθαι ῥήματος τὴν ὑπόφασιν τοὔνομα
9. πεποίηκεν, οὖ τὸ πληθυντικὸν αἱ ὑποφάσεις γίνεται,
10. ἀφ’ ὦν κατὰ διαίρεσιν Ἰωνικὴν αἱ ὑποφάσιες. οἱ δὲ περὶ
11. τὸν Ἀρτεμίδωρον καὶ Διοσκουρίδην οὐκ οἶδα πόθεν ὁρμηθέντες
12. ἔγραψαν ὑποφύσιας μετὰ τοῦ υ. τὸ μὲν οὖν εἰρημένον
13. ὑφ’ Ἱπποκράτους δῆλόν ἐστιν· αὐτὸς γὰρ ἐξηγήσατο
14. τί ποτε λέγει τὴν ὑπόφασιν εἰπὼν, ἢν γὰρ τι ὑποφαίνηται
15. συμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ· ἀλλὰ καὶ διορισμὸν
16. εἰς ἀκρίβειαν τοῦ λεγομένου προσέθηκεν αὐτὸς εἰπὼν,
17. μὴ ἐκ διαῤῥοίης ἢ φαρμακείης ἐόντι. προσυπακούειν δὲ καὶ
1. ἡμᾶς ἄμεινόν ἐστι τῷδε καὶ τῶν ἄλλων τῶν ἐχόντων τοῖσδε
2. τὴν αὐτὴν δύναμιν. ἑνὶ γὰρ κεφαλαίῳ περιλαβὼν ἄν τις
3. εἴποι τὸ σύμπτωμα τοῦτο δι’ ἀῤῥωστίαν γίγνεσθαι τῆς κινούσης
4. τὰ βλέφαρα δυνάμεως, ὅπερ ὀλέθριόν ἐστιν, ἐπειδὰν
5. χωρὶς τῆς ἔξωθεν αἰτίας συστῇ. ταῦτα δ’ εἶναι χρὴ δηλονότι
6. τοιαῦτα τὴν φύσιν, ὡς καταλύειν τὴν δύναμιν, οἶον
7. ἤιοι διάῤῥοιαν ἢ κάθαρσιν ἐκκαθαίροντος φαρμάκου προσφορᾶς
8. ἢ λύπην σφοδρὰν ἢ ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ
9. αἱμοῤῥαγίαν πολλὴν ἤ τινα ἁπλῶς ἑτέραν κένωσιν ἄμετρον·
10. ὃ δ’ ὀλίγον ἔμπροσθεν εἶπον, ὡς τῶν ὀλεθρίων ἁπάντων
11. σημείων ποιεῖται τὸν κατάλογον, οὐ μόνον ὅσα πρὸς τῷ νεκρώδει
12. προσώπῳ γίνεται, δῆλον ἐποίησεν ἐνταῦθα προσθεὶς
13. μὴ ἐκ διαῤῥοίης ἢ φαρμακείης ἐόντι. προειρήκει γὰρ ἐπὶ
14. τοῦ νεκρώδους προσώπου τὸν διορισμὸν τοῦτον ἢ τὰ τῆς
15. κοιλίης ἐξυγρασμένα ἰσχυρῶς. τὸ γὰρ ἐξυγρασμένον τοῦτο
16. κοινόν ἐστι διαῤῥοίης τε καὶ φαρμακείης, ἀλλ’ ἐπειδὴ πάλιν
17. ἀφ’ ἑτέρας ἀρχῆς ἁπάντων ποιεῖται τῶν ὀλεθρίων σημείων
1. ἐξαρίθμησιν, εἰκότως ἑκάστῳ τοὺς οἰκείους προσδιορισμοὺς
2. προστίθησιν.