5. Ἢν δὲ καμπύλον ἢ ῥικνόν γένηται ἢ πέλιον ἢ
6. ὠχρὸν βλέφαρον ἢ χεῖλος ἢ ῥὶς μετά τινος τῶν ἄλλων
7. σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου. θανατῶδες
8. δὲ καὶ τὰ χείλεα ἀπολυόμενα καὶ κρεμασμένα καὶ ψυχρὰ
9. καὶ ἔκλευκα γινόμενα.
11. Τὰ μὲν οὖν πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει τὴν
12. ἀρχὴν τῆς ῥήσεως. ἔνια δὲ ἀντὶ τοῦ καμπύλον τὸ ῥικνὸν,
13. ἵν’ ᾖ τὸ δηλούμενον ἐκ τῆς φωνῆς ταύτης. τὸ συνεσταλμένον
14. ὁμοίως τοῖς κατεψυγμένοις ὑπὸ κρύους. τοῦτο μὲν οὖν
15. νεκρώσεώς ἐστι σημεῖον, ὥσπερ καὶ τὸ πελιδνόν. τὸ δὲ
16. καμπύλον τάσεώς τινος σπασμώδους ἢ παραλύσεως θατέρου
17. τῶν κλειόντων μυῶν τὸν ὀφθαλμόν. ἑκάτερα δ’ ἐστὶν ὀλέθρια
18. μαρτυρούμενα πρὸς τῶν ἄλλων σημείων, ὅπερ ἐδήλωσεν
1. εἰπὼν μετά τινος τῶν ἄλλων σημείων, ὡς οὐχ ἱκανὸν
2. ἓν μόνον τῶνδε τὸν θάνατον δηλῶσαι.