5. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα
6. ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν
7. καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον
8. ἐπικεκομμένα ἔχοντα καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον.
9. οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται.
10. ἄρισται δέ εἰσι τῶν κατακλισίων αἱ ὅμοιαι
11. τῇσι τῶν ὑγιαινόντων.
13. Καὶ τοῦτο μαρτυρεῖ τῷ κατάλογον εἶναι τῶν ὀλεθρίων
14. σημείων ἐν τῷ χωρίῳ τοῦ βιβλίου τῷδε παντί φαίνεται
15. γὰρ καὶ νῦν οὐκ ἀφ’ ἑτέρας ἀρχῆς περὶ τῶν ἐν ὅλῳ τῷ
16. σώματι σημείων ὁ ἀνὴρ διδάσκων, ἀλλὰ συνάπτων αὐτὰ
17. τοῖς προειρημένοις. προειρηκὼς γὰρ ἔμπροσθεν ἐπὶ τοῦ
18. νεκρώδους προσώπου καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι, τά
1. τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν,
2. ἐφεξῆς πάντα διεξέρχεται συνάπτων ἀλλήλοις. αὐτὸ δὲ τὸ
3. δεῖν εὑρίσκεσθαι τὸν ἄῤῥωστον ὑπὸ τῶν ἐπισκεπτομένων ἰατρῶν
4. οὐχ ὕπτιον κείμενον, ὥσπερ τινὰ παρειμένον, ἀλλ’ ἐπὶ
5. θατέρου πλευροῦ, καθ’ ὅ τι ἂν ὁ ἰατρὸς αὐτῷ προσείη, καὶ
6. διὰ τοῦτό ἐστιν ἀγαθὸν, ὅτι ῥώμην ἐνδείκνυται τῆς στηριζούσης
7. διὰ τῶν μυῶν τὸ σῶμα δυνάμεως, ὥσπερ αὖ πάλιν
8. ἀῤῥωστίαν, εἰ μὴ δύναιτο τὴν ἐπὶ τοῦ πλευροῦ κατάκλισιν
9. φέρειν. αὐτὸς δ’ Ἱπποκράτης προσέθηκε τῷ λόγῳ τὸν κοινὸν
10. ἐπιλογισμὸν εἰπών· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων
11. κατακλίνονται, καὶ δῆλον ὅτι μάλιστα κατ’ ἐκεῖνον
12. τὸν χρόνον ᾧ ὁ ἰατρὸς αὐτοὺς ἐπισκοπῇ. προσυπακοῦσαι
13. γὰρ ἄμεινόν γε τῷ λόγῳ τοῦτο δυνάμει λεγόμενον ὑπ’ αὐτοῦ
14. κατὰ τὴν λέξιν ἔνθα φησὶ, κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι
15. τὸν νοσέοντα ὑπὸ τοῦ ἰατροῦ. οὐ γὰρ ἁπλῶς εἶπεν
16. ἐπὶ πλευρῷ χρῆναι κεκλίσθαι τὸν ἄνθρωπον,
17. ἀλλ’ ὑπὸ τοῦ ἰατροῦ καταλαμβάνεσθαι κεκλιμένον οὕτως.
18. προσέθηκε δὲ καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα,
1. ὀλίγον ἐπικεκαμμένα ἔχοντα· καὶ γὰρ καὶ τοῦτο σύνηθές
2. ἐστι τοῖς πλείστοις τῶν ὑγιαινόντων. καὶ μέντοι καὶ
3. κατ’ αὐτὸ τοῦτο τὸ προσθεῖναι τὸ πλεῖστοι, ἀνέμνησέ σε
4. διορισμοῦ τινος ἑτέρου κεφάλαιον ἔχοντος εἰς πολλὰς προγνώσεις
5. χρήσιμον, οὗ μεμνῆσθαί σε δεῖ, κἂν παραλείπηταί
6. ποτε. τί δ’ ἐστὶ τοῦτο καὶ δὴ φράσω. ὅσα τισὶ τῶν ἀῤῥώστων
7. ἰδίως ὑπάρχει παρὰ τοὺς ἄλλους ἐξαίρετα, ταῦτ’
8. οὐ χρὴ κατὰ τὸ πάρεργον ἐπισκοπεῖσθαι. ἐὰν μὲν γὰρ ὁρᾷς
9. κατακείμενον αὐτὸν, ὡς οἱ πλεῖστοι τῶν ὑγιαινόντων, ἀγάπα
10. τὴν κατάκλισιν, ἐὰν δὲ ἐναντίως, οὐ χρὴ καταγινώσκειν εὐθέως
11. ὡς κακοῦ τοῦ σημείου. προσαναπυθέσθαι δὲ μὴ
12. σύνηθές ἐστι τὸ σχῆμα τοῦτο τῷ κάμνοντι. τὸ δὲ ὑγρὸν
13. κεῖσθαι τὸ σῶμα πρὸς ἀντίθεσιν αὐτῷ λέγεται τοῦ τεταμένου
14. τὰ τέτταρα κῶλα, τουτέστι τὰ σκέλη, καὶ αἱ χεῖρες
15. ὀλίγον ἐπικεκάμφθωσαν καὶ τὸ σύμπαν σῶμα τὸν αὐτὸν
16. τρόπον κείσθω, τῶν ὑπερβολικῶν σχημάτων ἔξω καθεστηκός.
17. ὑπερβολικὰ δ’ ὀνομάζεται σχήματα τὰ μετὰ μακρᾶς
18. ἐκτάσεως ἢ κάμψεως ἤτοι τῶν κώλων ἢ τῆς ῥάχεως, ἧς
1. μόριόν εἰσι καὶ οἱ κατὰ τὸν τράχηλον σπόνδυλοι. τὰ μὲν
2. οὖν ὑπερβολικὰ σχήματα τεινομένων ἰσχυρῶς γίνεται τῶν
3. νεύρων, ὡς ἐν τῷ περὶ κινήσεως μυῶν ἐπιδέδεικται λόγῳ.
4. τὸ δ’ ἐν τῷ μέσῳ τῶν ὑπερβολικῶν ἄνευ τάσεώς ἐστι, διὸ
5. καὶ προσηγόρευσεν αὐτὸ ὑγρὸν, τῶν ὑγρῶν σωμάτων οὐ πεφυκότων
6. τείνεσθαι.