9. Ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ
10. τὰ σκέλεα ἐκτεταμένα ἔχοντα ἧσσον ἀγαθόν.
12. Ἡ τοιαύτη κατάκλισις οὐκ ἔστιν ὅλως ἀγαθὴ, διόπερ
13. οὐδ’ ἧσσον ἀγαθή. ᾗ γὰρ μηδ’ ὅλως ὑπάρχει τὸ ἀγαθὴν
14. εἶναι, πῶς ἂν αὕτη λέγοιτο προσηκόντως ἧσσον ἀγαθὴ εἶναι;
15. δηλοῖ δὲ καὶ αὐτὸς ὡς οὐδ’ ὅλως ἐστὶν ἀγαθὴ, λέγων
16. ἐφεξῆς, εἰ δὲ καὶ προπετὴς γένοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς
17. κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. ὥσπερ γὰρ καὶ
18. τῆς προειρημένης δεινῆς κατακλίσεως οὔσης, οὕτω περὶ αὐτῆς
1. ἔφη ὡς δεινότερόν ἐστιν. ἐμοὶ δὲ δοκεῖ τὴν κατάκλισιν
2. ταύτην ἐν τοῖς οὐδετέροις τίθεσθαι σημείοις, ἅπερ οὐδὲ
3. πρὸς ὑγείαν ἀξιόλογον ἕξει δύναμιν οὐδὲ πρὸς θάνατον,
4. ἀλλ’ ἤτοι μέσα τελέως ἐστὶν ἢ σμικρά τις αὐτοῖς ἐστι ῥοπὴ
5. πρὸς τὸ ἕτερον, ὥστε τοὺς ἀμελέστερον ὑπὲρ αὐτῶν ἑρμηνεύοντας
6. ἀμφοτέροις αὐτὰ παραβάλλειν δύνασθαι· ὅπερ
7. καὶ νῦν ἐποίησεν ὁ Ἱπποκράτης, ἧττον μὲν ἀγαθὴν εἶναι
8. εἰπὼν τῆς προειρημένης τὴν τοιαύτην κατάκλισιν, μοχθηροτέραν
9. δ’ αὐτῆς τὴν ἐφεξῆς λεγομένην. ἀναμιμνήσκων καὶ
10. νῦν τοῦ διορίζεσθαι κατὰ πάντα τὰ τοιαῦτα, μή τι σύνηθές
11. ἐστιν ὑπτία κατάκλισις τῷ κάμνοντι. ἐὰν γὰρ καὶ τοῦτ’
12. εἴη καὶ μὴ πάνυ τι φροντίζῃ τοῦ εἰσιόντος ἰατροῦ, τότ’ ἂν
13. οὐδ’ ἐν τῷ μέσῳ τῶν ἀγαθῶν τε καὶ κακῶν ὀρθῶς ὑπολαμβάνοιτο
14. κατακλίσεων, ἀλλ’ ἐκ τῶν ἀγαθῶν μᾶλλον. εἰ
15. δὲ μηδ’ ἐν τούτῳ τῷ σχήματι κατακλίνοιτο συνήθως, αἰδώ
16. τε πολλὴν ἔχει πρὸς τὸν ἰατρὸν, οὐκ ἀγαθὸν τὸ σημεῖον,
17. ἔτι δὲ καὶ μᾶλλον, εἰ καὶ φύσει τῶν αἰδημονεστέρων
18. εἴη. διὰ ταῦτ’ οὖν ἅπαντα τὴν τοιαύτην κατάκλισιν
1. ἐν μὲν τῷ μέσῳ θετέον ἀγαθῶν τε καὶ κακῶν ὅσον ἐφ’
2. ἑαυτῇ, μεταπίπτειν δ’ ἐφ’ ἑκάτερα κατὰ τὴν φύσιν τοῦ
3. κάμνοντος.