6. Εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης
7. ἐπὶ πόδας, δεινότερόν ἐστιν.
9. Ὥσπερ ἡ ἐπὶ τὰς πλευρὰς κατάκλισις ἔχεταί τινος
10. ἐνεργείας, οὕτως καὶ ἡ ἀνάῤῥοπος ὑπτία, καθ’ ὃν τρόπον
11. ἅπαντες κατακλινόμεθα. διὸ κἂν ἐπὶ τῆς ἑτέρας τῶν πλευρῶν
12. κατακλίνῃς νεκρὸν σῶμα, περιτραπήσεται πάντως
13. ἤτοι πρὸς τὸ πρηνὲς ἢ τὸ ὕπτιον σχῆμα, καθάπερ εἰ καὶ
14. ἀνάῤῥοπον αὐτὸ σχηματίσαις, ἐπὶ πόδας γὰρ οὕτως κατενεχθήσεται.
15. εἰκότως οὖν ἔφη μοχθηρὸν εἶναι τὸ σημεῖον
16. τοῦτο, νέκρωσίν τινα τῆς διοικούσης τὸ σῶμα δυνάμεως
17. ἐνδεικνύμενον.