11. Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν ἀεί.
13. Ἐπεὶ ἀτονίας καὶ τοῦτο σημεῖόν ἐστι τῶν
14. κλειόντων μυῶν τὸ στόμα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ
15. τῶν τὰ βλέφαρα συναγόντων ἐῤῥέθη· ἡ γραφὴ μὲν οὕτως
16. ἔχει καθότι γέγραπται νῦν ὑπ’ ἐμοῦ καὶ τά τε παλαιὰ τῶν
17. ἀντιγράφων οὐκ ἄλλην ἔχει, τινὰ δὲ, ὥσπερ καὶ τὰ τῶν
18. περὶ Διοσκουρίδην, οὐ ταύτην, ἀλλὰ τήνδε· χαλεπὸν δὲ καὶ
1. τὸ κεχηνότα καθεύδειν ἀεὶ, σημείων ἔχουσα σύνοδον δυοῖν,
2. ἑνὸς μὲν τοῦ κεχηνέναι ἀεὶ, δεύτερον δὲ τοῦ καθεύδειν ἀεί.
3. τὸ μὲν οὖν δεύτερον ὅτι μοχθηρόν ἐστι, κἂν χωρὶς τοῦ κεχηνέναι
4. γίνηται, δεδήλωται πρὸς αὐτοῦ καὶ κατὰ τὸν ἀφορισμὸν
5. ἐκεῖνον ἔνθα φησὶν, ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον
6. τοῦ μετρίου γινόμενα κακόν. τὸ δὲ κεχηνέναι πιθανώτερον
7. μέν ἐστιν εἰρῆσθαι μετὰ τοῦ καθεύδειν. οὕτως γὰρ
8. ὡς τὰ πολλὰ φαίνεται γινόμενον. εἰ δὲ καὶ χωρὶς τοῦ καθεύδειν
9. τινι συμβαίνῃ, πολὺ μείζονα τὴν κάκωσιν ἐνδείξεται.