7. Ἐπὶ γαστέρα δὲ κατακεῖσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι
8. οὕτω κοιμᾶσθαι, παραφροσύνην σημαίνει ἢ ὀδύνην
9. τῶν ἀμφὶ τὴν κοιλίην τόπων.
11. Ἀναμιμνήσκει συνεχῶς ἡμᾶς τοῦ τοῖς ἅπασι συνεζευγμένου
12. διορισμοῦ τοῦ κατὰ τὴν συνήθειαν τοῦ νοσοῦντος
13. γινομένου· καὶ γὰρ καὶ τὸ νῦν ἐπὶ τὴν γαστέρα κατακεῖσθαι
14. παρὰ τὸ ἔθος ἤτοι παραφροσύνην σημαίνει, καθάπερ ἐπὶ
15. τῆς προειρημένης κατακλίσεως, ἢ ὀδύνην τινὰ τῶν ἐνταῦθά
16. τινος μορίων. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ὀδυνωμένων
17. τὴν γαστέρα τοῦθ’ αἱρούμενοι τὸ σχῆμα.