2. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα τῆς νούσου ἀκμαζούσης
3. πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον
4. δ’ ἐν τοῖσι περιπνευμονικοῖσι.
6. Αὐτοὶ λέγουσιν οἱ περιπνευμονικοὶ στενοχωρίας
7. αἰσθάνεσθαι κατὰ τὸν θώρακα καὶ πνεύμονα πολλῆς
8. ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, εὐπνούστεροι δὲ ἀνακαθίζοντες
9. γίνεσθαι. καταφέρεται γὰρ ὡς ἐπὶ τὴν ῥάχιν ἐπὶ ταῖς
10. ὑπτίαις κατακλίσεσι τὰ κατὰ τὸ στέρνον μέρη τοῦ θώρακος,
11. ὑφ’ ὧν συμβαίνει στενοχωρεῖσθαί τε τὸν πνεύμονα καὶ
12. μὴ δέχεσθαι τὸν ἱκανὸν ἀέρα διὰ τῆς εἰσπνοῆς. ἐν δὲ
13. τοῖς ἄλλοις νοσήμασιν ὅταν ἀκμάζῃ, τούτῳ γὰρ μάλιστα χρή
14. σε προσέχειν τὸν νοῦν ὡς οὐκ εἰκῆ προσειλημμένῳ, χαλεπώτατόν
15. ἐστιν ἀνακαθίζειν ἐθέλειν τὸν κάμνοντα. βούλονται
16. γὰρ τηνικαῦτα μάλιστα κεκμηκότες ἀκίνητοι κεῖσθαι,
17. κἂν ἐπεγείρῃ τις αὐτοὺς, ἄχθονται. τεκμαίρου τοίνυν ἤτοι
1. γε ὑπὸ δυσπνοίας σφοδρᾶς ἢ ἄλυος ἢ παραφροσύνης ἀνακαθίζειν
2. ἐπιχειρεῖν τὸν κάμνοντα κατὰ τὴν ἀκμὴν τῆς νόσου.