5. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν ὁκόσοισι μὴ ξύνηθές ἐστιν
6. ἀπὸ παιδίου, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ’
7. ἀμφοῖν κίνδυνον ἐσόμενον. ἢν δὲ καὶ παραφρονέων τοῦτο
8. ποιεῖ, ὀλέθριον γίνεται κάρτα ἤδη.
10. Σπασμωδῶς κινουμένων τῶν κροταφιτῶν τε καὶ μασητήρων
11. μυῶν αἱ πρίσεις τῶν ὀδόντων γίνονται, τισὶ μὲν
12. αὐτῶν μόνων πεπονθότων τῶν μυῶν ἤτοι ἐξ ἀρχῆς ἀπὸ
13. γενέσεως ἢ κατά τινα ἑτέραν αἰτίαν ὕστερον, ἐνίοις δὲ τῆς
14. ἀρχῆς τῶν νεύρων εἰς διάθεσιν ἀχθείσης τοιαύτην, ὑφ’ ἧς
15. μάλιστα δύνανται γίνεσθαι τῶν ἀπ’ αὐτῆς πεφυκότων σπασμοί.
16. ἐννοῆσαι γάρ σε χρὴ τὴν ἐξ ἀρχῆς ἑκάστου κατασκευὴν
17. τῶν μορίων ἰδίαν ἑκάστῳ γινομένην, ὑπὲρ ἧς εἴρηται
18. μὲν ἐν ἄλλοις ἐπὶ πλέον· ἀρκέσει δὲ καὶ νῦν ἅπαξ εἰπεῖν
1. ἐν τῷδε κελεύσαντα μεμνῆσθαι τοῦ λοιποῦ πρὸς τὸ
2. μὴ θαυμάζειν ὅπως τῆς κοινῆς ἁπάντων νεύρων ἀρχῆς
3. παθούσης ἄλλοτε ἄλλος μῦς ἤτοι τρομώδης γίνεται ἢ
4. σπασμώδης. ὥσπερ γὰρ ἐναργῶς ὁρῶμεν ἐνίοις μὲν σώμασιν
5. ἀρίστην κατασκευὴν ὑπάρχουσαν σκελῶν, ἐνίοις δὲ χειρίστην
6. εὐθὺς κατ’ ἀρχὰς, ὡς τοὺς μὲν ὠκύτατα θεῖν, τοὺς
7. δὲ μόγις ἵστασθαι, καὶ κατ’ ἄλλα μόρια τοῦ σώματος ὡσαύτως·
8. οὕτω δὲ καὶ τὸ βλάπτεσθαι ῥᾳδίως ἐπὶ μικραῖς προφάσεσιν
9. ἐνίους μὲν τὰ σκέλη, τινὰς δὲ ἄκρους πόδας ἢ ὀφθαλμοὺς
10. ἢ κεφαλὴν ἤ τι τῶν ἄλλων εὐθὺς ἐξ ἀρχῆς ἕπεται
11. ταῖς κατασκευαῖς τῶν σωμάτων μοχθηραῖς. οὐδὲν οὖν θαυμαστὸν
12. εἰ καὶ τῶν μυῶν ἐνίοις μὲν ἀσθενεῖς οἱ τοὺς ὀφθαλμοὺς
13. κινοῦντες, ἐνίοις δὲ οἱ τὰς γένυάς εἰσι, δι’ οὓς οὗτοι
14. μὲν ἢ ἀεὶ πρίουσι τοὺς ὀδόντας ἢ ἐπὶ μικραῖς προφάσεσιν.
15. ἐκεῖνοι δὲ διὰ παντὸς κινοῦσι τοὺς ὀφθαλμούς. τὸ μὲν γὰρ
16. φύσει πρίειν τοὺς ὀδόντας ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς
17. πάθει συγγινομένῳ τισὶν, ὃ προσαγορεύουσιν ἵππον,
1. οὐ δυναμένων αὐτῶν ἑδραίων μεῖναι χρόνον οὐδένα, σαλευομένων
2. δὲ ἀεὶ τρομωδῶς. τὸ δὲ ἐν ταῖς πυρετώδεσι νόσοις
3. ἐπὶ τῷ τῆς ἀρχῆς πάθει γίνεσθαι τὸν σπασμὸν αὐτοῖς
4. ὅμοιόν ἐστι πάλιν ἐκείνῃ τῇ κατασκευῇ τῶν κατὰ
5. τῶν ὀφθαλμῶν μυῶν, ἐφ’ ὧν εἶπεν, ἢ ἐναιωρούμενοι
6. φαίνονται. κατὰ τινὰ μὲν γὰρ σώματα θᾶττον ἀπολαμβάνουσι
7. τῶν τῆς ἀρχῆς παθημάτων οἱ κατὰ τοὺς ὀφθαλμοὺς
8. μύες, κατὰ τινὰ δὲ οἱ κροταφῖται καὶ οἱ μασητῆρες.
9. εἰκότως οὖν ἔφη τὸ σύμπτωμα τοῦτο καὶ μανικὸν εἶναι
10. καὶ θανατῶδες· μανικὸν μὲν ὡς εἰ καὶ παρακοπτικὸν ἰσχυρῶς
11. εἰρήκει, θανατῶδες δὲ διὰ τὴν τῆς ἀρχῆς βλάβην.
12. ἀλλ’ ἐκεῖνό γε ζητήσεως ἄξιον, ὅπως εἰπὼν αὐτὸς εἶναι
13. μανικὸν αὐτὸ, μετὰ ταῦτά φησιν· ἢν δὲ καὶ παραφρονέων
14. τοῦτο ποιέῃ, ὀλέθριον κάρτα ἤδη γίνεται. πρόδηλον γὰρ
15. ὡς εἴπερ ἀγγέλλει παραφροσύνην τὸ πρίειν τοὺς ὀδόντας,
16. οὐκέτι παύσαιτ’ ἂν, ἀλλὰ καὶ σφοδρότερον γένοιτο τῆς παραφροσύνης
17. ἀφικνουμένης σὺν τῷ καὶ ἄλλους τινὰς μύας
18. εἰς τὴν αὐτὴν ἀχθῆναι τηνικαῦτα διάθεσιν. ἔοικεν οὖν ἡ
1. διάνοια τοῦ λόγου τοιαύτη τις εἶναι· τὸ πρίειν τοὺς ὀδόντας
2. οἷς οὐκ ἦν ἔθος ἐξ ἀρχῆς, παραφροσύνης ἐσομένης
3. σύμπτωμά ἐστιν. εἰ μέντοι ποτὲ ἐπ’ ἄῤῥωστον ἀφικόμενος
4. εὕροις αὐτὸν ἀμφότερα πάσχοντα, παραφρονοῦντά τε καὶ
5. πρίοντα τοὺς ὀδόντας, ἐγγὺς ἤδη τοῦτον ἥκειν ὀλέθρου
6. τεκμαίρου, ὥστε κατὰ μὲν τὸν πρότερον λόγον, ὅτε οὔπω
7. παραπαίων ἔπρισεν ὁ κάμνων τοὺς ὀδόντας, ἁπλῶς αὐτὸ
8. τοῦτο προδηλοῦσθαι μόνον, ὡς παρακοπτικόν τέ ἐστι καὶ
9. ὀλέθριον αὐτῷ τὸ σημεῖον. ἡνίκα δ’ ἤδη παραφρονεῖ, σὺν
10. τῷ πρίειν τοὺς ὀδόντας ὑπόγυον ἐνδείκνυται θάνατον. ἐδήλωσε
11. δὲ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ προσθεῖναι τὸ ἤδη. ὅτι
12. μὲν γάρ ἐστι θανατῶδες τὸ σύμπτωμα καὶ κατὰ τὸν ἔμπροσθεν
13. εἰρήκει λόγον. ἐν δὲ τῷ δευτέρῳ τό τε κάρτα καὶ
14. τὸ ἤδη προσέθηκεν εἰπὼν, ὀλέθριον ἤδη κάρτα γίνεται,
15. τουτέστι λίαν ὀλέθριον, ὅπερ ἐστὶν οὐκ εἰς μακρὰν, ἀλλὰ
16. διὰ ταχέων τεθνήξεσθαι τὸν κάμνοντα.