6. Περὶ δὲ χειρῶν φορῆς τάδε γινώσκειν χρή. ὁκόσοισιν
7. ἐν πυρετοῖσιν ὀξέσι ἢ περιπνευμονίῃσιν ἢ ἐν φρενίτισι
8. καὶ ἐν κεφαλαλγίῃσι πρὸ τοῦ προσώπου φερομένας
9. τὰς χεῖρας καὶ ὡσανεὶ μυίας θηρευούσας διὰ κενῆς καὶ
10. ἀποκαρφολογούσας καὶ κροκύδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας
11. καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας
12. εἶναι κακὰς καὶ θανατώδεας.
14. Αἱ τῶν χειρῶν φοραὶ, τουτέστιν ἐνέργειαί τε καὶ κινήσεις
15. ἃς εἴρηκε νῦν, ἐπὶ φαντασίᾳ γίνονται παραπλησίως τῇ
16. τῶν ὑποχεομένων. ἐκεῖνοί τε γὰρ ὅσα κατὰ τὴν μεταξὺ
17. χώραν ὁρῶσι τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ περὶ
18. τὴν κόρην κερατοειδοῦς χιτῶνος, ἐκτὸς ὑποκεῖσθαι δοξάζουσιν,
1. ἐπειδὴ διὰ παντὸς εἰθίσθησαν ἐν τῷ κατὰ φύσιν ἔχειν
2. ὁρᾷν τὰ πράγματα κατὰ τὸν ἔμπροσθεν ἑαυτῶν ἀέρα. τὸν
3. αὐτὸν δὲ τρόπον οἱ νῦν οὗτοι, περὶ ὧν Ἱπποκράτης ἔγραψεν,
4. ἐν πυρετοῖσιν ὀξέσι καὶ περιπνευμονίῃσι καὶ φρενίτισι
5. καὶ κεφαλαλγίῃσι, ὁρᾷν δοκοῦσιν ὡς ἐκτὸς ὑποκείμενα τὰ
6. κατὰ τοὺς ὀφθαλμοὺς αὐτῶν ἔνδον ἐόντα. δέδεικται γὰρ
7. ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν αὐγοειδὲς ὂν ἑαυτῷ συνομοιοῖ τὸ
8. μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τῆς κόρης ὑγρὸν, λεπτὸν
9. καὶ καθαρὸν ὑπάρχον. ὁμοιότατον τῷ περιεχομένῳ κατὰ
10. τὰ ὠὰ, ᾧ καὶ κατὰ τὰς ὀφθαλμίας χρώμεθα. δέδεικται δ’
11. ὅτι καὶ διὰ τούτου τοῦ ὑγροῦ φέρεται τὸ πνεῦμα κατὰ τὸ
12. τῆς κόρης τρῆμα πρὸς τὸν ἀέρα τὸν ἐκτὸς συμπαγὲς αὐτῷ
13. γινόμενον. ἀλλὰ καὶ ὅτι τούτῳ τῷ ἀέρι συμφωτισθέντι
14. χρῆται καθάπερ ὀργάνῳ συμφύτῳ τοιούτῳ τὴν δύναμιν ὄντι
15. ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρόν ἐστιν. ἐπιδέδεικται καὶ
16. τοῦτο κατὰ τοὺς ἰδίους τῆς ὄψεως λόγους, ὡς ἐν τῷ τρισκαιδεκάτῳ
17. περὶ ἀποδείξεως καὶ τῷ ἑβδόμῳ περὶ τῶν Ἱπποκράτους
1. καὶ Πλάτωνος δογμάτων ἔγραψα. λέλεκται δ’
2. οὐκ ὀλίγα περὶ αὐτοῦ καὶ κατὰ τὸ δέκατον τῶν περὶ χρείας
3. μορίων. ὡς οὖν διὰ τοῦ νεύρου τῶν κατὰ τὸν δάκτυλον εἰ
4. τύχοι, τοῦ ποδὸς αἰσθάνεται παθημάτων ὁ ἐγκέφαλος, οὕτω
5. καὶ διὰ τοῦ πέριξ ἀέρος τῶν ἐκτὸς ὑποκειμένων ὁρατῶν,
6. ὅσα γε σύμμετρον ἀφέστηκεν αὐτοῦ. τὰ τοίνυν ὑποχύματα
7. κατὰ τοῦτο γίνεται τὸ ὑγρὸν ὃ παραπλήσιόν ἐστιν, ὡς ἔφην,
8. τῷ λευκῷ τε καὶ λεπτῷ τοῦ ὠοῦ, ὃ μεταξὺ κεῖται τῆς κόρης
9. καὶ τοῦ κρυσταλλοειδοῦς. κατὰ τοῦτο δὲ καὶ τῶν ἀπεπτούντων
10. ἐνίοις φαντασίαι παραπλήσιαι τοῖς ὑποχεομένοις
11. γίνονται. ὅπου γὰρ ἀντιστῇ τι μέλαν ὑγρὸν ἢ παχὺ κωλῦον
12. ἔξω διεκπίπτειν τὴν ὀπτικὴν αὐγὴν, ἐκεῖ φαντασίαι
13. γίνονται κατὰ τὴν τοῦ συνεστῶτος ὑγροῦ φύσιν, ἐνίοτε
14. μὲν οἷον τριχῶν τινων ἢ κρόκης ἢ στήμονος ἢ νήματος,
15. ἐνίοτε δὲ κωνωπίων μελάνων ἢ μυιῶν παραπέτασθαι δοκούντων,
16. ἔστιν ὅτε δὲ καὶ φακοῖς ὅμοιον ἢ κέγχροις μέλασιν.
17. οὕτως οὖν συμβαίνει κατὰ τοὺς ὀξεῖς πυρετοὺς καὶ κατὰ
18. τὰς περιπνευμονίας, ἄγαν ἀναθυμιωμένων ἐπὶ τὴν κεφαλὴν
1. τῶν ἐν τῷ σώματι χυμῶν, συναπολαύειν τῆς ἀναθυμιάσεως
2. αὐτῶν τὸ κατὰ τὴν κόρην ὑγρὸν ἐκεῖνο τὸ καθαρόν.
3. ὅπῃ δ’ ἂν καὶ ὅπως αὐτὸ θολωθῇ, τὰ προειρημένα γίνεται
4. φαντάσματα. κατὰ δὲ τὰς ἰσχυρὰς κεφαλαλγίας ὥσπερ
5. οὖν καὶ κατὰ τὰς φρενίτιδας, διὰ τὸ πεπληρῶσθαι τὴν κεφαλὴν,
6. ἀφικνουμένων τε τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς
7. τῶν αὐτῶν συμπτωμάτων αἴτιον γίνεται. καὶ τό γε κροκυδίζειν
8. καὶ καρφολογεῖν εἰθισμένα τοῖς ἰατροῖς ἅπασι ῥήματα,
9. μάλιστα κατὰ τῶν φρενιτιζόντων λέγεσθαι τὴν θέσιν
10. ἐντεῦθεν ἔλαβεν. ἔνιοι γοῦν ἡρμήνευσαν ἡμῖν τήν τε
11. τῶν κροκύδων καὶ τὴν τῶν ἀχύρων φαντασίαν, ἐν
12. αὐτῷ τε τῷ γίγνεσθαι καὶ μετὰ ταῦθ’ ὕστερον ἀπομνημονεύσαντες.
13. ἔστι δ’ αὐτῶν ἡ διαφορὰ διττή. τινὲς μὲν γὰρ
14. ἐν αὐταῖς ταῖς αἰσθητικαῖς φαντασίαις τὸ παραφρονεῖν ἐκτήσαντο,
15. τῆς κριτικῆς δυνάμεως ἐῤῥωμένης, ἔνιοι δὲ καὶ
16. διὰ φρόνησιν ὑπερβάλλουσαν ὅμως, καίτοι πεπονθότες, ἐπὶ
17. βραχὺ τὴν κριτικὴν δύναμιν ἀντέσχον καὶ ἀνήνεγκαν, ὡς
18. ἐκνικῆσαί τε καὶ ἀπομαχέσασθαι καὶ παρακολουθῆσαι τοῖς
1. γιγνομένοις. αὐτοὶ τοίνυν ἐδήλωσαν ἡμῖν ἐπὶ τίσι φαντάσμασιν
2. ἐκίνουν τὰς χεῖρας, ὡς Ἱπποκράτης ἔγραψεν. ἐξέχειν
3. γὰρ αὐτοῖς ἐδόκουν αἱ τῶν ἱματίων κροκύδες πολλαχόθι
4. καὶ τοῖς τοίχοις ἄχυρα προσκεῖσθαι, πολλάκις δὲ καὶ
5. κάρφη πολλὰ κατὰ τὴν στρωμνὴν ἐπικεῖσθαι καὶ παραπέτασθαι
6. ζῶα μικρὰ πλησίον τῶν ὀφθαλμῶν. ταῦτα μὲν οὖν
7. θηρεύειν ἐπιχειροῦσι περιφέροντες τὰς χεῖρας, ὥς τι ληψόμενοι.
8. τὰ δ’ ἄλλα ἐξέχειν φαινόμενα, τὰ μὲν ἀπὸ τῶν ἱματίων
9. ἀφαιρεῖν ἐπιχειροῦσι, τὰ δ’ ἀποσπᾷν τοῦ τοίχου. χαλεπαὶ
10. δ’ εἰσὶν εἰκότως αἱ ποιοῦσαι τὰ τοιαῦτα συμπτώματα
11. διαθέσεις, ὡς ἂν τοῦ μὲν ὀξέος πυρετοῦ καὶ τῆς περιπνευμονίας
12. καὶ τῆς κεφαλαλγίας διὰ μέγεθος χυμῶν ἐργασαμένων
13. αὐτὰ, τῆς δὲ φρενίτιδος διὰ τὸ κύριον τοῦ πεπονθότος
14. μορίου· ταύτης μὲν γὰρ ὅλον τὸ γένος ὀλέθριον. οἱ
15. πυρετοὶ δὲ καὶ αἱ περιπνευμονίαι καὶ αἱ κεφαλαλγίαι κατὰ
16. τὸ μέγεθος, ὡς εἴρηται.