Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1.24, ed. Kühn, 1830, vol. 18b, p. 76-77. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:1.24


2. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν
3. τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι. μέγα δὲ ἀναπνεόμενον
4. καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ. ψυχρὸν
5. δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον
6. κάρτα ἤδη γίνεται.

8. Ταύτην τὴν ῥῆσιν ὅλην ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας
9. ἐξήγημαι τελεώτατα, διὸ καὶ νῦν ἐρῶ μόνα τὰ κεφάλαια.
10. πνεῦμα μὲν ὀνομάζει κατὰ τόνδε τὸν λόγον ὁ Ἱπποκράτης
11. ὅλην τὴν ἀναπνοήν. φησὶ δὲ πυκνὴν αὐτὴν γινομένην
12. ἐνίοτε μὲν ἄλγημα σημαίνειν, ἐνίοτε δὲ τῶν κατὰ
13. θώρακα μορίων φλόγωσιν, ἅπερ ἐστὶ καρδία τε καὶ πνεύμων
14. ὑπὲρ τὸ διάφραγμα τὴν θέσιν ἔχοντα. φρένας γὰρ
15. καὶ διάφραγμα ἐκάλουν οἱ παλαιοὶ ταὐτό. ἐν μὲν οὖν τοῖς
16. ἀλγήμασιν ἐδείχθη τούτῳ μικρὸν καὶ πυκνὸν γινόμενον τὸ
17. πνεῦμα, κατὰ δὲ τὰς φλογώσεις πυκνὸν καὶ μέγα. ταύτας
1. γὰρ εἰώθασιν ὀνομάζειν φλεγμονάς. τὸ δ’ ἀραιὸν πνεῦμα,
2. τουτέστι τὸ διὰ πολλοῦ, μετὰ μεγέθους μὲν παραφροσύνην
3. σημαίνει, μετὰ δὲ σμικρότητος σβέσιν τῆς ἐμφύτου θερμότητος.
4. ἀλλὰ ταύτην γε τὴν διάθεσιν ἐκ τοῦ συμβεβηκότος
5. ἐδήλωσεν εἰπών· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ
6. τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται.
7. ὅτι δὲ τούτων τῶν δυσπνοιῶν ἐμνημόνευσε μόνον ἐν τῷ
8. προγνωστικῷ τὴν διδασκαλίαν περὶ τῶν ὀξέων νοσημάτων
9. ποιούμενος· ἔτι τε κατὰ τὰ τῶν ἐπιδημιῶν, ὡς περὶ πλειόνων
10. δυσπνοιῶν οὐσῶν ἐποιήσατο τὸν λόγον ἐν τῷ τρίτῳ
11. περὶ δυσπνοίας ἐπιδέδεικται.

Cliquer un n° de page pour en afficher l’image