14. Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς
15. σωτηρίην, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσα ξὺν
16. πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
1. Τὴν κατὰ φύσιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν, ἐνδεικνυμένην
2. μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε
3. τὰς φρένας ὀδυνηρόν τι πάθος ἔχειν, ἀλλὰ μηδὲ τῶν συνημμένων
4. αὐτοῖς μορίων τινά. κινούμενα γὰρ κατὰ τὰς ἀναπνοὰς
5. ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωσοῦν
6. ἔχοντά τι πάθος ὀδυνηρόν. ἔστι δὲ ταῦτα κοιλία, σπλὴν,
7. ἧπαρ. ὅταν οὖν μήτε τι τούτων πάσχῃ μήτε θερμασίας
8. πλῆθος ᾗ τοσοῦτον, ὡς διακαίεσθαί τε καὶ φλέγεσθαι δοκεῖν,
9. ἀλλὰ μηδὲ τοὐναντίον, ὡς ἤδη σβέννυσθαι τὴν ἔμφυτον
10. θερμότητα, πῶς οὐκ ἄν τις φαίη τὸν κάμνοντα πολλὰς ἐλπίδας
11. ἔχειν σωτηρίας; ἐπί γε τῶν ὀξέων νοσημάτων, ἐφ’
12. ὧν ἤτοι διὰ τὸ μέγεθος τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίως ὀνομαζομένην
13. φλεγμονὴν οἱ κίνδυνοι γίνονται. τὰ μέντοι χρόνια
14. καὶ χωρὶς τούτων τῷ καταλύειν τὴν δύναμιν οὐκ ἀκίνδυνα.
15. διὰ τοῦτ’ οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων
16. ἀπεφήνατο τῶν ὀξέων. ὄντων δὲ τούτων διττῶν, ἐπειδὴ
17. τὰ μὲν ἁπλῶς τε καὶ πρώτως ἐστὶν ὀξέα, τὰ δὲ ἐκ μεταπτώσεως
1. τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωσεν εἰπών.
2. ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι
3. κρίνεται. τὸ μὲν οὖν σὺν πυρετοῖς προσθεὶς, ἵνα χωρίσῃ
4. ταῦτα σπασμοῦ καὶ τετάνου καὶ χολέρας, ὅσα τ’ ἄλλα χωρὶς
5. πυρετῶν ἐστιν ὀξέα. τὸ δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεσθαι,
6. χάριν τοῦ συγκαταριθμῆσαι τοῖς ἁπλῶς τε καὶ κυρίως
7. λεγομένοις ὀξέσι τὰ ἐκ μεταπτώσεως ὀξέα. γίνεται δὲ
8. ταῦτα κατ’ ἀρχὰς μὲν ὀξέως νοσησάντων, ὕστερον δὲ κατὰ
9. τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆς κριθέντων
10. οὐ τελέως, ἀλλ’ ὥστε τι λείψανον τῆς νόσου μέχρι τῆς
11. τεσσαρακοστῆς ἡμέρας ἐκταθῆναι. μετάπτωσις μὲν γὰρ ἐν
12. ταῖς ἐλλιπέσι κρίσεσι γίνεται τῶν ὀξέων νοσημάτων οὐκ εἰς
13. ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μάλιστα εἰς
14. μαρασμὸν καὶ τεταρταῖον ἐμπύημά τε καὶ φθόην καὶ ὕδρωπας.
15. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐξαίρει τοῦ παρόντος λόγου
16. κἀκεῖνα. μόνοις τοῖς ἁπλῶς ὀξέσιν, ὅσα σὺν πυρετῷ γίνεται
17. καὶ τοῖς ἐκ μεταπτώσεως αὐτῶν εἰς τεσσαρακοστὴν ἡμέραν
18. ἀφικνουμένοις ἄριστον εἶναι σημεῖον ἀποφηνάμενος τὴν
1. εὔπνοιαν, οὔτε δὲ τοῖς ἄνευ πυρετῶν ὀξέσιν ἅπασιν οὔτε
2. τοῖς χρονίοις, ὥστ’ εἶναι τὰ πάντα τρία γένη τῶν νοσημάτων
3. ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων τεσσαρεσκαίδεκα
4. κρινόμενον ἡμέραις, ἀντικειμένων αὐτῷ
5. τῶν χρονίων, ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ
6. τεταγμένον ἀμφοῖν ἄλλο τρίτον, οὗ πέρας ἐστὶ τῶν κρισίμων
7. ἡμερῶν ἡ τεσσαρακοστή. ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖς
8. ἐναργῶς φαινομένοις ἐπὶ τῶν νοσούντων ὁμολογοῦντα, καὶ
9. ὅστις αὐτὰ ἐπ’ ἐκείνων βασανίσει γνώσεται τὴν τῶν πραγμάτων
10. φύσιν οὕτως ἔχουσαν. ὅσοι δὲ καὶ τὸ ἐν τεσσαρεσκαίδεκα
11. ἡμέρῃσι κρίνεσθαι τὰ ὀξέα νοσήματα λέγουσιν
12. εἰρῆσθαι τὸν ἀριθμὸν τῶν κρισίμων ἡμερῶν διδάσκοντος
13. ἡμᾶς τοῦ παλαιοῦ, πρὸς τῷ μὴ γινώσκειν ἃ μάλιστα ἐχρῆν
14. αὐτοὺς ἐπίστασθαι καὶ τῶν λέξεων οὐκ ἀκούουσιν. εἰ γὰρ
15. καὶ τὸ τεσσαρεσκαίδεκα ἡμέραις κρίνεσθαι τὰ ὀξέα νοσήματα
16. δηλωτικόν ἐστι τοῦ πλήθους τῶν κρισίμων ἡμερῶν
17. ὁπόσον ἐστὶ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις κρίνεσθαι τὸν
18. ἀριθμὸν δηλώσει τῶν κρισίμων ἡμερῶν. ζητησάτωσαν οὖν,
1. ὥσπερ ἐν ταῖς τεσσαρεσκαίδεκα ποιοῦσι, τὰς ἕως τῆς τεσσαρακοστῆς,
2. οὕτω καὶ τὰς νῦν εἰρημένας τεσσαράκοντα
3. ποιῆσαι.