Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1.26, ed. Kühn, 1830, vol. 18b, p. 81-85. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:1.26


6. Οἱ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι
7. νουσήμασιν, ὁκόσοι ἂν ἐν ἡμέρῃσί τε κρισίμοισι γίνωνται
8. καὶ τελείως τὸν πυρετὸν ἀπαλλάξωσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι
9. διὰ παντὸς τοῦ σώματος γινόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον
10. εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δ’ ἂν μὴ
11. τουτέων τι ἐξεργάσονται οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ
12. ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ
13. τὸ πρόσωπον καὶ τὸν αὐχένα. οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ
14. πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηυτέρῳ μῆκος
15. νόσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γινόμενοι
16. τοῖσι περὶ τὴν κεφαλήν. οἱ δὲ κεγχροειδέες καὶ μοῦνον
17. περὶ τὸν τράχηλον γινόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν
18. καὶ ἀτμίζοντες ἀγαθοί. κατανοεῖν δὲ χρὴ τὸ
1. σύνολον τῶν ἱδρώτων. γίνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν
2. σωμάτων, οἱ δὲ διὰ συντονίην φλεγμονῆς.

4. Ἐπὶ μὲν τῶν ἀρίστων ἱδρώτων δύο γράψας γνωρίσματα
5. τὸ τρίτον παρέλιπεν, ὡς ἐξ ἀνάγκης ἑπόμενον οἷς εἶπεν.
6. ὅσοι γὰρ ἐν ἡμέραις τε κρισίμοις γένωνται καὶ τελείως τῶν
7. πυρετῶν ἀπαλλάξωσι τὸν κάμνοντα, οὗτοι καὶ δι’ ὅλου τοῦ
8. σώματός εἰσιν. ἐν δὲ τοῖς ἀγαθοῖς μὲν, οὐ μὴν ἀρίστοις
9. γε τὸ δι’ ὅλου τοῦ σώματος γενέσθαι καὶ τὸ καθελεῖν τι
10. τῆς νόσου γράψας οὐδὲν ἔτι προσέθηκε περὶ τῶν κρισίμων
11. ἡμερῶν, ὡς ἐξ ἀνάγκης αὖ πάλιν καὶ τούτου συνεπομένου
12. τοῖς ἀγαθοῖς ἱδρῶσι. τρίτη δ’ ἄλλη τάξις ἱδρώτων ἐστὶ
13. μετρίως κακῶν, ὑπὲρ ὧν εἶπεν. οἳ δ’ ἂν μηδὲν τουτέων
14. ἐργάσωνται οὐ λυσιτελέες, τουτέστι τό τε δι’ ὅλου τοῦ σώματος
15. γίνεσθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιεῖν εὐπετέστερον
16. φέρειν τὴν νόσον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρους
17. μὲν εἰσιν οἱ μηδέτερον τούτων ἐργασάμενοι. μετριώτεροι
18. δὲ οἱ τὸ ἕτερον. αὖθις δὲ πάλιν αὐτῶν τούτων οἱ
1. μὲν εὐπετέστερον φέρειν τὴν νόσον ἐργασάμενοι μετριώτεροι,
2. κἂν μὴ δι’ ὅλου τοῦ σώματος γένωνται. χείρους δ’ οἱ βαρύτερον
3. ἀποδείξαντες τὸ νόσημα κἂν εἰς ὅλον ἐκταθῶσι τὸ
4. σῶμα. τούτοις μὲν οὖν ἅπασιν ὑπάρχει τοῖς ἱδρῶσι θερμοῖς
5. εἶναι καὶ διὰ τοῦτ’ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων
6. ἐδήλωσεν αὐτὸ, παραλείπειν εἰθισμένος ὅσα τε ἐξ
7. ἀνάγκης ἕπεταί τισι καὶ ὅσα διὰ τῆς τῶν ἐφεξῆς λεγομένων
8. ἀντιθέσεως δηλοῦται. πᾶσι δὲ τοῖς προειρημένοις κατὰ
9. τοῦτον τὸν λόγον ἱδρῶσιν ἀντιτίθησι τοὺς ψυχροὺς εἰπὼν
10. ᾧδε· κάκιστοι δὲ καὶ οἱ ψυχροὶ καὶ σὺν αὐτοῖς κακοὺς εἷναί
11. φησιν ὅσοι περὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα γίνονται
12. κἂν μὴ ψυχροὶ τυγχάνωσιν ὄντες, ἀπειλοῦσι γὰρ οὗτοι συγκοπήν.
13. εἰ δ’ ἅμα τε περὶ ταῦτα γένωνται τὰ μέρη καὶ
14. ψυχροὶ φαίνωνται, χείριστοι πάντων εἰσίν. οὐ γὰρ ἔτι μέλλειν,
15. ἀλλ’ ἄρχεσθαι δηλοῦσιν ἤδη τὴν συγκοπήν. ἐπιδιορίζονται
16. δὲ τῇ σφοδρότητι τοῦ πυρετοῦ, εἰ μὲν γὰρ ὀξεῖς
17. ὑπάρχουσι, θάνατον οἴσουσι πάντως οἵ τε ψυχροὶ, κἂν δι’
1. ὅλου γίνωνται τοῦ σώματος, οἵ τε περὶ τὸν τράχηλον καὶ
2. κεφαλὴν, εἰ καὶ θερμοὶ τύχοιεν ὄντες. εἰ δὲ καὶ πρᾶος ὁ
3. πυρετὸς εἴη, δυνήσεταί ποτε πέψαι τοὺς μοχθηροὺς χυμοὺς
4. ἡ δύναμις ἐν τῷ χρόνῳ μὴ φθάσασα προαναλωθῆναι τῇ
5. τῶν πυρετῶν ὀξύτητι. περὶ μέντοι τῶν κρισίμων ἡμερῶν
6. οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων, καίτοι γε ἐν τοῖς
7. περὶ τῶν ἀρίστων εἶπεν ἐν ἀρχῇ, διότι τε μέλλει δύναμίν
8. τινα τῶν κρισίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάσκειν, ἐν
9. αὐτῇ τε τῇ ῥήσει συνενεδείξατο. μία γὰρ αὐτῶν ἐστιν ἡ
10. δύναμις πιστὴν ἐργάσασθαι τὴν κρίσιν, ἄν τε εἰς ἀγαθὸν
11. ἐάν τε εἰς κακὸν τελευτήσῃ. γινώσκειν δὲ χρὴ τὴν τελευτὴν
12. τῆς προκειμένης ῥήσεως ὑπὸ τῶν περὶ τὸν Διοσκουρίδην
13. γεγραμμένην κατὰ τήνδε τὴν λέξιν· κάκιστοι δ’ οἱ
14. ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα,
15. οὗτοι γὰρ θάνατον σημαίνουσιν ἢ μῆκος νόσου. δῆλον
16. δ’ ὅτι καὶ ἡ τοιαύτη γραφὴ συντομωτέρα μέν ἐστι τῆς
17. προτέρας, δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήσει προσθεῖναι
1. τὸν ἐξηγητὴν, ὅπερ ἐπὶ τῆς προτέρας ἤδη γέγραπται,
2. σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν δὲ πρηϋτέρῳ μῆκος νόσου.
3. ἐφεξῆς δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, ἃ
4. οὐκ εἰσὶν ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἃ καλῶς ἄλλοι τέ τινες
5. ἐξεῖλον ὡς οὐχ Ἱπποκράτους καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν
6. τε καὶ Διοσκουρίδην.

Cliquer un n° de page pour en afficher l’image