9. Ὑποχόνδριον δὲ ἄριστον μέν ἐστιν εἰ ἀνώδυνόν τε ἐὸν καὶ
10. μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά
11. φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως
12. διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ
13. πάλιν πρὸς τὰ δεξιὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή.
15. Ἑνὶ μὲν λόγῳ βραχυτάτῳ περιλαβὼν ἄν τις εἴποι τὸ
16. τῷ κατὰ φύσιν ὁμοιότατον ὑποχόνδριον ἄριστον εἶναι. κατὰ
17. μέρος δὲ αὐτοῦ διδάσκων ὁ Ἱπποκράτης τὰ γνωρίσματα τὸ
18. μὲν πρῶτον αὐτῶν ἐκ τῶν οὐχ ὑπαρχόντων εἶπεν, ἃ δὴ καλεῖν
1. ἔθος ἐστὶ τοῖς νεωτέροις ἀποσυμβεβηκότα. τὰ δὲ ἐφεξῆς
2. δύο γνωρίσματα τῶν συμβεβηκότων ἐστὶ τοῖς ὑποχονδρίοις.
3. ἀνώδυνον μὲν οὖν ὑποχόνδριον ἐκ τοῦ μὴ συμβεβηκότος
4. αὐτῷ λέλεκται, μαλθακὸν δὲ καὶ ὁμαλὸν ἐξ ὑπαρχόντων
5. τινῶν. ἀλλὰ τὸ μὲν μαλθακὸν ἐκ τοῦ συμμέτρου
6. τῆς ἀντιβάσεως γνωρίζεται· τὸ γὰρ ἀντικείμενον αὐτῷ τὸ
7. σφοδρῶς ἀντιβαῖνον σκληρόν ἐστι· τὸ δ’ ὁμαλὸν οὐ κατὰ
8. μίαν μόνην τήνδε νοεῖται τὴν ποιότητα. δύναται
9. γὰρ ὁμοίως μὲν εἶναι μαλθακὸν ἅπαν, ἤτοι δὲ κατὰ τὶ
10. μὲν ἀνώδυνον ὑπάρχειν, κατὰ τὶ δὲ ὀδυνώμενον, ἢ τὸ μὲν
11. ἑαυτοῦ θερμότερον εἶναι, τὸ δὲ ψυχρότερον, ἢ τὸ μὲν ὑψηλότερον,
12. τὸ δὲ ταπεινότερον. ὅθεν ἀντιτιθεὶς τῷ ἀρίστῳ
13. καὶ ὁμαλῷ τὰ τοῦ χειρίστου καὶ ἀνωμάλου γνωρίσματά φησι,
14. φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως
15. διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ
16. πρὸς τὰ δεξιά. τὸ μὲν φλεγμαῖνον εἶπε καθ’ ὅλου τοῦ
17. ὑποχονδρίου. σημαίνει δὲ δηλονότι τοῦτο τὸ ῥῆμα τὸ
18. φλεγμαίνειν, ὡς εἰ καὶ διακαίεσθαι καὶ φλέγεσθαι καὶ πυροῦσθαι
1. λέγοιτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ τὴν ὀδύνην
2. παρέχον ἐφ’ ὅλου λέγεται τοῦ ὑποχονδρίου, καθάπερ γε
3. καὶ τὸ τεταμένον, ἐφ’ ὅλου γὰρ εἴρηται καὶ τοῦτο. τὸ ἀνωμάλως
4. διακείμενον, ὅταν μὴ πᾶν ἔχῃ τὸ ὑποχόνδριον τὴν
5. αὐτὴν διάθεσιν ἢ κατὰ θερμασίαν ἢ κατὰ ψύξιν ἢ κατ’
6. ὀδύνην τε καὶ ἀνωδυνίαν ἢ κατ’ ἰσχνότητα καὶ χαλαρότητα
7. καὶ τάσιν. γίνεται γάρ ποτε τάσις ὑποχονδρίου χωρὶς
8. τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς ἤτοι διὰ ξηρότητά τινα
9. σφοδρὰν οὐ μόνον τῶν κατ’ αὐτὸ μορίων, ἀλλὰ καὶ τῶν
10. κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τὰς φρένας, ἢ
11. διὰ τὰς μετ’ ὄγκου φλεγμονὰς αὐτῶν τῶν κατὰ τὸ ὑποχόνδριον
12. μυῶν, ἔξω τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς καθεστώσης,
13. ἥτις ἐστὶν ὄγκος ὀδυνηρός.