16. Ἢν δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει
17. ἢ παραφροσύνην, ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν
1. χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται,
2. μανῆναι τούτους ἐλπίς.
4. Εὑρίσκεται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ σφυγμὸς,
5. ἀλλὰ παλμὸς γεγραμμένος. ἐμάθομεν δὲ ὅτι τὸ σύμπτωμα
6. τοῦτο διὰ πνεῦμα γίνεται φυσῶδες, ἀλλ’ ἐν τοῖς πλείστοις
7. γέγραπται σφυγμός. ἤτοι γε ὡς συνὼν ταῖς μεγάλαις φλεγμοναῖς
8. ἢ καὶ τῆς κατὰ ῥάχιν ἀρτηρίας τῆς μεγάλης ἡ αἰσθητὴ
9. κίνησις τῷ κάμνοντι, ὥς που κἀν τῷ δευτέρῳ τῶν
10. ἐπιδημιῶν εἶπεν ὁ ἀνήρ· ὅταν ἡ φλέψ ἡ κατ’ ἀγκῶνα
11. σφύζῃ, μανικὸς καὶ ὀξύθυμος. εὔδηλος γάρ ἐστι κἀνταῦθα
12. τὸ σφύζειν ἐπὶ τῆς μεγάλης οὕτω καὶ σφοδρᾶς κινήσεως
13. τῶν ἀρτηριῶν ἐπιφέρων, ὡς καὶ πρὸ τοῦ τὴν ἁφὴν ἐπιβάλλειν
14. αὐταῖς αἰσθητὴν εἶναι τὴν κίνησιν, ἐνίοτε μὲν αὐτῷ
15. τῷ πάσχοντι μόνῳ, ἐνίοτε δὲ καὶ τοῖς ἔξωθεν ὁρῶσιν. ὅ τι
16. δ’ ἂν ᾖ τούτων τῶν συμπτωμάτων οὐκ ἀγαθόν ἐστι σημεῖον.
17. καὶ γὰρ ἡ μεγάλη ἀρτηρία τῶν κυριωτάτων μορίων
18. ὑπάρχει καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, ὥσπερ γε καὶ τὸ διάφραγμα.
1. πάντως δὲ τούτων ἕν ἐστί τι τὸ πάσχον, εἴτε παλμὸς
2. εἴη γεγραμμένος εἴτε σφυγμός. ἀλλὰ τὸ μὲν διάφραγμα
3. παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί
4. φησιν αὐτὸ φρένας ὑπὸ τῶν παλαιῶν, οὐχ ἥκιστα δὲ
5. καὶ τὸ στόμα τῆς γαστρὸς, ὅταν μεγάλως φλεγμαίνῃ. τὰ δ’
6. ἄλλα μόρια τὰ τῇδε πάσχοντά τι τῶν εἰρημένων παθημάτων
7. ἐν ἐπικινδύνῳ γίνεται διαθέσει. διὸ καὶ Ἱπποκράτης
8. εἰκότως ἤτοι θόρυβον ἔφη σημαίνεσθαι πρὸς τοῦ συμπτώματος
9. ἢ παραφροσύνην· θόρυβον μὲν ἑνὶ κοινῷ συμβεβηκότι
10. πασῶν τῶν κινδυνωδῶν διαθέσεων, ἐφ’ αἷς οὐ τοῖς
11. κάμνουσι μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς θορυβεῖσθαι
12. συμβαίνει. παραφροσύνην δὲ διά τε τὸ διάφραγμα καὶ τὸ
13. τῆς γαστρὸς στόμα. περὶ μέντοι τῶν καθ’ ὑποχόνδριον
14. μυῶν ἐπισκεπτέον ἐστὶν, οὔτε γὰρ παραφροσύνην ἐξ ἀνάγκης
15. οὕτε κίνδυνον ἐπιφέρουσιν οὗτοι σφύζοντες ἢ παλλόμενοι.
16. μήτε οὖν ἰδιώτερον ἀκοῦσαι χρὴ τοῦ ἐνείη ῥήματος ἐν τῇ
17. λέξει, καθ’ ἣν εἶπεν ὁ Ἱπποκράτης, εἰ δὲ καὶ σφυγμὸς
1. ἐνείη ἐν τῷ ὑποχονδρίῳ, τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου
2. γινόμενον παλμὸν ἢ σφυγμὸν ἐκ τῆς ἐνείη φωνῆς ἐνδείξασθαι
3. βουληθέντος αὑτοῦ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν
4. χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται,
5. μανῆναι τούτους ἐλπίς. ἐπειδὴ θόρυβον ἢ παραφροσύνην
6. ὑπὸ τοῦ συμπτώματος ἔφη δηλοῦσθαι, διορίζεται νῦν
7. καὶ διδάσκει πηνίκα μὲν παραφροσύνη, πηνίκα δὲ θόρυβος
8. ἔσται μόνον. ὁ διορισμὸς δ’ ἀπὸ τῆς τῶν ὀφθαλμῶν κινήσεως,
9. οὓς οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν,
10. ἐφ’ ὧν ὑποπτεύεις ἔσεσθαι παραφροσύνην, ἀκριβῶς
11. ἐπισκέπτου. τὸ γὰρ ἀστήρικτον αὐτῶν ἐκείνης ἐστὶ δηλωτικόν.
12. ἐνταῦθα δὲ οὐχ ἁπλῶς ἔφη παραφρονῆσαι τὸν ἄνθρωπον,
13. ἀλλὰ μανήσεσθαι σφοδράν τινα παραφροσύνην ἐπὶ
14. τῶν εἰρημένων σημείων γενήσεσθαι δηλῶν. ὅτι δὲ ἡ πυκνὴ
15. κίνησις τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆς παραφροσύνης βεβαιοῖ
16. δῆλον οἶμαί σοι κἀκ τῶν ἤδη λεγομένων ἐπινοεῖν,
17. ἡνίκα τοὺς περὶ τοὺς ὀφθαλμοὺς μύας ἐλέγομεν αἰσθάνεσθαι
18. πρώτως τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν. αὐτὸς δὲ ὁ ἐγκέφαλος
19. ἐπὶ διαφράγματι καὶ στόματι κοιλίας πάσχει, καθότι
1. κἀπὶ τοῖς ἄλλοις τοῖς νευρώδεσι. ἐξ ἐκείνου γὰρ ἁπάντων
2. τῶν νεύρων πεφυκότων, ὅσα μόρια πλείστων αὐτῶν ἢ μεγίστων
3. μετέχει, ταῦτα εἰκότως εἰς συμπάθειαν ἄγει τὴν ἑαυτῶν
4. ἀρχήν.