7. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον,
8. κάκιστον μὲν, εἰ παρὰ πᾶν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ
9. εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’
10. ἀριστερά.
12. Οἴδημα μὲν οὗν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον
13. ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων
14. ὄγκον, ὃς ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ.
15. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην
16. Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα
17. καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως
1. ἔλεγεν. εὔδηλον δ’ ὅτι ἡ τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ
2. γινομένη χείρων μέν ἐστιν ἐν τοῖς δεξιοῖς διὰ τὸ
3. ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα,
4. χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη.