7. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον
8. θανάτου ὀλιγοχρονίου ἔσεσθαι.
10. Τὰ εἰρημένα καθ’ ὑποχόνδριον οἰδήματα σκληρὰ
11. καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα
12. φλεγμονὰς κίνδυνόν φησι σημαίνειν θανάτου ταχέως
13. ἐσομένου. τοῦτο δὲ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συνεπεπόνθοι,
14. ψεῦδός ἐστι. τὰ δ’ ἔνδον ἴσμεν ὅτι τό θ’ ἧπάρ ἐστι
15. καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε
16. μύες οἱ καθ’ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον
17. ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος
18. ὑπερβαλλούσης φλεγμονῆς ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἢ καὶ
1. τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος.
2. συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν
3. ἔγραψεν.