5. Ἢν δὲ ὑπερβάλλοι τὰς ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς
6. ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει
7. καὶ τοῦτο καὶ τῷ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ ὠυτό.
9. Ἔμπροσθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡς
10. ἂν θερμοτέρων ὄντων, εἰ μήθ’ ὁ πυρετὸς παύοιτο μετὰ τὴν
11. εἰκοστὴν ἡμέραν, ἔφη τὰς ἐκπυήσεις ἔσεσθαι· νυνὶ δὲ περὶ
12. τῶν ψυχροτέρων τὴν ἑξηκοστὴν ὅρον τίθεται τῆς ἐκπυήσεως.
13. εἴη δ’ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεσσαρακοστὴν
14. ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν σύμπαντα λόγον
15. ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰς τὸν περὶ τῶν κρισίμων
16. ἡμερῶν τόπον ἀνεβαλλόμην, οὐ μόνον δὲ τὰ καθ’ ὑποχόνδριον
17. οἰδήματα χρονίζοντα διαπυήσειν φησὶν, ἀλλὰ καὶ
1. τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡς καὶ τῶν ὑποχονδρίων κατά
2. τι σημαινόμενον ἐκ τῶν τῆς κοιλίας μερῶν ὄντων.