5. Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ οἰδήματα καὶ
6. μεγάλα σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι.
7. ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα
8. ὑπείκει, χρονιώτερα ἐκείνων.
10. Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήσει διδάσκει τῶν προειρημένων,
11. πλὴν ὅτι προσέθηκε τοῖς ἐπωδύνοις τε καὶ σκληροῖς
12. οἰδήμασι τὸ μέγεθος. ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμεν,
13. ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶδες τὰς τῶν ἐν ὑποχονδρίῳ
14. φλεγμονὰς μυῶν, εἰ μή τι πάνυ σφόδρα μεγάλαι γενηθεῖεν.