2. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται
3. τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω
4. τοῦ ὀμφαλοῦ ἐς ἀποπύησιν τρέπεται.
6. Τῶν μὴ διαφορηθέντων οἰδημάτων ἐκπυήσεις οὐ μόνον
7. θᾶσσον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον,
8. ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δ’ ἂν ἀποχωρῇ τοῦδε
9. πρὸς τὰ κάτω καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ
10. διὰ τοῦτο τὸ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται.