Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1.4, ed. Kühn, 1830, vol. 18b, p. 5-22. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:1.4


9. Ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν οἱ μὲν
10. πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ ἰσχύος τῆς νούσου κατεχόμενοι,
11. οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν,
12. οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον,
13. πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα
14. ἀνταγωνίσασθαι· γνόντα οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων
15. τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν
16. σωμάτων· ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι
17. καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. χρὴ δὲ
18. τὰς διαφορὰς τῶν νουσημάτων ἀεὶ τῶν ἐπιδημούντων ταχέως 
1. ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρης τὴν κατάστασιν.
2. οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως καὶ ἰητρὸς
3. ἀγαθὸς ἂν εἴη. καὶ γὰρ οὓς οἷόν τε περιγίνεσθαι,
4. τούτους ἔτι μᾶλλον δύναιτ’ ἂν ὀρθῶς διαφυλάσσειν ἐκ
5. πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα καὶ τοὺς
6. ἀποθανουμένους τε καὶ σωθησομένους προγινώσκων τε
7. καὶ προαγορεύων, ἀναίτιος ἂν εἴη.

9. Ἐν τούτῳ τῷ λόγῳ τὰ προειρημένα δύο κεφάλαια τῆς
10. κατὰ τὴν πρόγνωσιν χρείας ἔτι κατασκευάζει. τὸ δὲ τρίτον
11. αὐτοῖς προσέθηκεν, ἀναίτιον εἶναι λέγων τὸν ἰατρὸν,
12. ἐὰν τοὺς σωθησομένους τε καὶ τεθνηξομένους προλέγῃ· νεανίσκον
13. γοῦν τις ἰατρὸς ἔναγχος ἀρξάμενον νοτίζεσθαι συγκοπτικῶς
14. ἀγνοήσας εἰς βαλανεῖον εἰσήγαγεν, εἶθ’ ἱδρώτων
15. πολλῶν γενομένων ἐγεγήθη μὲν ὡς ἐστοχασμένος ἀκριβῶς
16. τοῦ καιροῦ, μικρὸν δὲ ὕστερον ἀποθανόντος πρὸς τῶν
17. οἰκείων ὡς αὐτὸς ἀποκτείνας ἐνεκαλεῖτο. ἄχρι μὲν οὖν
1. τοῦδε τὴν διήγησιν ἐποιησάμην τοῦ προοιμίου, πλὴν τοῦ
2. κατὰ τὸ θεῖον σημαινομένου, διὰ βραχυτάτων, ὅπερ εἶδος
3. ἐξηγήσεως λόγων ἁρμόττει τοῖς πεπαιδευμένοις μὲν τὰ πρῶτα,
4. σπεύδουσι δὲ ἐπὶ τὸ χρήσιμον τοῦ βιβλίου. τοῖς δέ γε
5. ἤτοι λέξεως Ἑλληνικῆς ἀήθεσιν ἢ καὶ τοῖς τῆς ἐν λόγοις
6. ἀκολουθίας ἀμαθέσιν ἢ τῶν μὲν χρησιμωτάτων μὲν ἀμελοῦσι,
7. διατρίβουσι δὲ καὶ νῦν ἑκόντες ἐν τοῖς σοφιστικωτέροις
8. τῶν λόγων, ἕτερος ἰδιαίτερος ἐξηγήσεώς ἐστι τρόπος,
9. ὁ διὰ μακροτέρων περαινόμενος, ὃν ὑπερβαίνειν ὅλον ἔξεστι
10. τοῖς ἐπὶ τὸ χρήσιμον σπεύδουσιν ἐπιλείψασι τὸ μεταξὺ τοῦ
11. βιβλίου, μέχρι περ ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ῥῆσιν, ἧς
12. ἡ ἀρχή· σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖσι ὀξέσι νουσήμασι.
13. τὸν ἰητρὸν δοκέει ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν. οὐ
14. κατὰ τὸ κοινὸν ἔθος τῶν Ἑλλήνων ὁ Ἱπποκράτης δοκεῖ
15. κεχρῆσθαι τῷ τῆς προνοίας ὀνόματι. τὴν γάρ τοι φροντίδα
16. καὶ τὴν ἐπιμέλειαν οὕτως ὀνομάζουσιν, ὥσπερ ἀμέλει
17. καὶ ὁ Εὐριπίδης ἐδήλωσεν εἰπών·

1. ἡ δὲ καὶ θνήσκουσ’ ὅμως
2. πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν.

3. καὶ μὲν δὴ καὶ τὸ προνοεῖσθαι ῥῆμα κατὰ πάσας τὰς ἐγκλίσεις
4. ἅπειρον τῷ πλήθει παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ
5. τοῦ φροντίζειν τινὸς ἢ προπαρασκευάζειν ἀεὶ τὸ συμφέρον
6. λεγόμενον· ἀλλὰ καὶ τὸ προνοίᾳ τὸν κόσμον διοικεῖσθαι, τοῦτο
7. δὴ τὸ πολυθρύλητον πρόβλημα, ταὐτὸν ἐνδείκνυται σημαινόμενον.
8. ὁ δέ γε Ἱπποκράτης οὐχ οὕτως, ἀλλά
9. γε ἀντὶ τῆς προγνώσεως εἶπε τὴν πρόνοιαν, ἐμοὶ δοκεῖν
10. οὐχ ἁπλῶς, ἀλλ’ ἀπό τινος κοινοῦ σημαινομένου κατ’ ἀμφοτέρας
11. τὰς προσηγορίας. ἀπὸ γάρ τοι τοῦ νοῆσαι τὰ
12. πράγματα πρὶν ἔσεσθαι τό τε προνοῆσαι ῥῆμα παρ’ Ὁμήρῳ
13. καὶ τὸ τῆς προνοίας ὄνομα γέγονε παρὰ τούτῳ, ἀπ’ αὐτοῦ
14. δὲ τούτου καὶ τὸ προγνῶναι καὶ ἡ πρόγνωσις.
15. ὅσα μὲν οὖν αἰσθητά εἰσι φύσει, τῷ λογισμῷ δ’ αὐτὰ θηρεύομεν
16. πρὸ τοῦ θεάσασθαι, προνοεῖν ταῦτα δεόντως ἂν
1. εἴποιμεν, ἐνδεικνύμενοι διὰ τοῦ ῥήματος τὸ πρὶν ἔσεσθαι
2. νοεῖν. διὰ τοῦτο καὶ τῶν πραγμάτων τὰ μὲν ἐξαίφνης
3. ἀκούσια καὶ ἀπρονόητα, τὰ δὲ ἐκ τοῦ βουλεύεσθαι μετὰ
4. προνοίας λέγουσι πεπρᾶχθαι. τοιοῦτον γοῦν ἐστι καὶ τὸ
5. παρὰ τῷ Σόλωνι· δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ
6. πάγῳ φόνου καὶ τραύματος καὶ πυρκαϊᾶς ἐκ προνοίας καὶ
7. φάρμακον ἐάν τις ἀποκτείνῃ δούς. καὶ μέντοι καὶ παρὰ
8. τοῖς ῥήτορσι τοῖς παλαιοῖς παμπόλλη χρῆσίς ἐστι τῶν
9. τοιούτων ὀνομάτων τε καὶ ῥημάτων ἐν οἷς τὰ κατὰ πρόνοιαν
10. ἀντιδιαιροῦνται τοῖς ἄνευ τοῦ προβουλεύεσθαι γιγνομένοις,
11. οἷον ἄκων εἴ τις ἐπήρωσεν ἢ εἰ θυμωθεὶς ἐπάταξεν,
12. οὐ γὰρ ἐκ προνοίας γεγονέναι ταῦτά φασιν. εἰ δὲ προβουλευσάμενος
13. ἐκ πολλοῦ καὶ προδιασκεψάμενος ὅπως πραχθείη
14. τοὔργον ἐποίησεν, ἐκ προνοίας ἤδη τοῦτο πεπρᾶχθαι
15. λέγουσι. κοινὸν οὖν τοῦτο ἤδη σημαίνεται παρὰ τοῖς Ἕλλησιν
16. ἐκ τοῦ τῆς προνοίας ὀνόματος ἀγαθῶν τε καὶ κακῶν
1. ἔργων, οὐχ ὡς ἔνιοι νομίζουσιν, ἐπὶ τῶν ἀγαθῶν μόνων
2. εἴωθε λέγεσθαι. καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρόβλημα,
3. πότερον τύχῃ τινὶ τὰ κατὰ τὸν κόσμον διοικεῖται ἢ προνοίᾳ,
4. κατὰ τὸ κοινὸν εἴρηται σημαινόμενον, ὡς δῆλον ἐκ τῆς πρὸς
5. τὴν τύχην ἀντιθέσεως. ἔνιοι δ᾽ οὐ τύχην, ἀλλὰ τὸ αὐτόματον
6. ἀντιδιαιροῦνται τῇ προνοίᾳ, ταὐτὸν σημαίνοντες ἑκατέρᾳ
7. τῇ προσηγορίᾳ. καὶ μέντοι καὶ λέγεται πολλάκις ὑπὸ
8. τῶν φιλοσόφων ὁ κόσμος διοικεῖσθαι τῇ τοῦ βελτίστου
9. προνοίᾳ, προστιθέντων αὐτῶν τῇ τοῦ βελτίστου, διότι τὸ
10. τῆς προνοίας ὄνομα κοινὸν ἐπίστανται, χείρονός τε καὶ
11. βελτίονος. εἶπερ οὖν ἡ πρόνοια κατὰ τοῦτο τὸ κοινὸν εἴρηται,
12. δῆλον ὡς ἀπὸ τοῦ πρὶν ἔσεσθαι νοεῖν ὠνόμασται.
13. τὴν αὐτὴν δὲ καὶ τὸ τῆς προγνώσεως ὄνομα γένεσιν ἔσχηκεν.
14. ὅσα γὰρ αἰσθητὰ κατὰ τὴν ἑαυτῶν ὑπάρχοντα φύσιν
15. ἐκ τινων σημείων ἂν εὑρίσκωμεν, εἰκότως ταῦτα προνοεῖν
16. φαμεν, ὡς εἰ καὶ πρὸ τοῦ θεάσασθαι νοεῖν ἔφαμεν. καί
17. μοι δοκεῖ ἡ ἀντιθέτως λεγομένη τῇ τύχῃ, πρόνοια μὴ εἰρῆται
1. κατὰ τὸ κοινὸν σημαινόμενον. ἡ γὰρ οὕτως λεγομένη
2. πρόνοια τῶν ἀγαθῶν λέγεται μόνων. ἡ γὰρ τοῦ παντὸς
3. πρόνοια οὐκ ἔστι κακῶν ἔργων καὶ διὰ τοῦτο τῶν κατὰ
4. τοὺς τρεῖς χρόνους ἡ πρόγνωσίς ἐστιν, οὐ μόνον τῶν κατὰ
5. τὸν μέλλοντα. μάντις δ’ οὐδὲν ἧττόν ἐστι θαυμαστὸς, ὃς
6. ὡς ὄντα τὰ γεγονότα λέγοι, μὴ θεασάμενος, τοῦ τὰ μέλλοντα
7. γενήσεσθαι λέγοντος, οὕτω δὲ καὶ ὁ τὰ νῦν πραττόμενα
8. πρὶν θεάσασθαι λέγων οὐδὲν ἧττον ἐκείνων ἀγαθός
9. ἐστι μάντις. τοῦτο οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο
10. λέγων. προγινώσκων γὰρ καὶ προλέγων, παρὰ τοῖσι νοσέουσι
11. τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι.
12. τῆς αὐτῆς γοῦν τέχνης ἐστὶ καὶ τὰ προγεγονότα
13. μὴ θεασάμενον εἰπεῖν ὡς ἐγένετο καὶ τὰ παρόντα καὶ τὰ
14. μέλλοντα ἔσεσθαι. τῇ χρείᾳ δ’ ἀλλήλων πάμπολυ διαφέρει.
15. τῶν μὲν γὰρ ἔσεσθαι μελλόντων ἡ πρόγνωσις χρησιμωτάτη.
16. τῶν δ’ ἤδη γεγονότων ἄχρηστος μὲν εἰς τὰ ἄλλα· μόνῳ δὲ
17. τῷ δεῖξαι βουλομένῳ τὴν ἑαυτοῦ τέχνην ἰατρῷ χρησίμη
18. τετύχηκεν οὖσα. ταῦτα μὲν οὖν εἰ καὶ μὴ τῆς ἰατρικῆς 
1. τέχνης ἐστὶν ἴδια, τῆς γοῦν ἐξηγήσεώς ἐστιν οἰκεῖα,
2. τὰ σημαινόμενα τῶν ἐν τοῖς συγγράμμασιν ὀνομάτων ἐξαπλούσης.
3. ἐκ περιττοῦ δ’ ὡς πρὸς τὴν ἐξήγησιν καὶ πρὸς
4. ἄλλο τι χρήσιμά ἐστιν, ὅσα λέγουσιν ἔνιοι τῶν ἐξηγητῶν,
5. εἰς τὸ τοῦ συγγραφέως ἦθος, ὥσπερ κἀνταῦθα τὸ μέτριον
6. ἐπαινοῦντες ἐν τῷ φάναι, δοκέει μοι ἄριστον εἶναι. δυνατὸν
7. γὰρ αὐτῷ φασιν εἰρηκέναι τὸν ἰητρὸν ἄριστόν ἐστι πρόνοιαν
8. ἐπιτηδεύειν. ὁ δὲ κἀνταῦθα τὸ δοκέει μοι προσέθηκε,
9. καίτοι μέλλων ἀποδείξεις γράφειν τῆς ἀποφάσεως.
10. ἃ δ’ οἱ περὶ τὸν Ἡρόφιλον εἰρήκασι διορίζοντες τὴν πρόγνωσιν
11. τῆς προῤῥήσεως, οὐ μόνον ἄχρηστά ἐστιν ἢ ἀνοίκεια
12. τὰ σημαινόμενα, ἀλλὰ καὶ σοφιστικὰ καὶ ψευδῆ. καίτοι
13. δοκοῦσί γε διαφορὰς πραγμάτων διδάσκειν, οὐ σημαινόμενα
14. νομοθετεῖν, ἁμαρτάνοντες ἐν αὐτῷ τούτῳ πρῶτον, ὅτι
15. ἀγνοοῦσι περὶ σημαινομένων ποιούμενοι τὸν λόγον, οὐ περὶ
16. πραγμάτων φύσεως ἰατρικῇ χρησίμων· ἡ γάρ τοι γνῶσις
17. ἡ κατὰ τὸ τῆς προγνώσεως ὄνομα περιεχομένη λέγεται μὲν
18. ὡς τὰ πολλὰ κατὰ τὸ βέβαιον, ἔστι δ’ ὅτε μὴν, εἰ καὶ
1. λείπει τι πρὸς τὸ βεβαιότατον αὐτῇ, καὶ τόθ’ ὡσαύτως ὀνομάζεται.
2. διόπερ ἐνίοτε καὶ μετὰ προσθήκης λέγουσιν οἱ
3. διηγούμενοι τὰ κατ’ αὐτὴν, ἔστιν ὅτε μὲν ἀκριβῆ γνῶσιν,
4. ἐνίοτε δὲ ἀσφαλῆ, καί ποτε βεβαίαν ἢ καὶ διηνεκῆ προσαγορεύοντες,
5. ἐξ αὐτῆς τῆς προσθήκης ἐνδεικνύμενοι τὸ μὴ
6. σημαίνεσθαι τὸ βέβαιον ἀεὶ πρὸς τοῦ τῆς γνώσεως ὀνόματος.
7. οὕτως οὖν καὶ ἡ πρόγνωσίς ἐστι διττή· βεβαία μὲν,
8. ὅτι μετὰ τὸν χειμῶνα γενήσεται τὸ ἔαρ, εἶθ’ ἑξῆς θέρος,
9. εἶτα φθινόπωρον, οὐ βεβαία δὲ ἐν οἷς ὁ Ἄρατος ἔγραψεν
10. ἐπὶ τῆς σελήνης·

11. Εἰ δέ κέν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι,
12. Δεῖ δέχθαι βορέω, ὅτε δ’ ὕπτιά εἰσι, νότοιο.

13. ὡς τὸ πολὺ μὲν γὰρ οὕτως ἀποβαίνειν τετήρηται, γίνεταί
14. γε μὴν ἔσθ’ ὅτε καὶ οὐχ οὕτως. οἱ δὲ περὶ τὸν Ἡρόφιλον
15. ἡγοῦνται τὴν μὲν πρόγνωσιν τὸ βέβαιον ἔχειν, τὴν πρόῤῥησιν
16. δὲ οὐκέτι. πολλὰ γὰρ τῶν προῤῥηθέντων οὐ γίνεσθαί
17. φασιν, ὥσπερ δυναμένου τινὸς προειπεῖν ἄνευ τοῦ προγνῶναι
1. ἢ ἄλλο τι τὸ διὰ τῆς φωνῆς ἑρμηνευόμενον, ὅ τι μὴ
2. τὸ κατὰ τὴν ψυχὴν γινωσκόμενον. εἰ δ’ οὐ γινωσκόμενον
3. ἐθέλοιεν ὀνομάζειν αὐτὸ, πάντως γε δοξαζόμενον ἐροῦσιν, ὡς
4. προηγήσασθαι κατὰ τὴν ψυχὴν τοῦ προλέγοντος, εἰ καὶ μὴ
5. πρόγνωσιν, ἀλλὰ προδόξασιν. οὐ μὴν ὀνομάζουσί γε προδόξασιν
6. οἱ Ἕλληνες, ὥσπερ οὐδ’ οἱ περὶ τὸν Ἡρόφιλον αὐτοὶ,
7. καίτοι πλεῖστα βαρβαρίζοντες. ἢ νομοθετήτωσαν οὖν
8. λέγεσθαί τι προδόξασιν ἕτερόν τι τῆς προγνώσεως ἅμα τῷ
9. καὶ τοὺς ἀνθρώπους πεῖσαι παραδέξασθαι τὴν νομοθεσίαν
10. αὐτῶν, ἢ τοῦτο πρᾶξαι μὴ δυνάμενοι τὰ σημαινόμενα τῶν
11. ὀνομάτων ὡς εἴθισται νοείτωσαν. εἴθισται δὲ καὶ τὴν ὡς
12. τὸ πολὺ περὶ τῶν μελλόντων ἔσεσθαι ἐλπίδα καὶ τὴν ἀσφαλῆ
13. καλεῖσθαι πρόγνωσιν. ἀγαθῶν δὲ ἰατρῶν ἐστιν ἔργον
14. οὐ τὰ τοιαῦτα ζητεῖν, ἀλλ’ ὅπως ἂν ὁ προλέγων τὰ συμβησόμενα
15. τοῖς κάμνουσι πλειστάκις μὲν ἐπιτυγχάνει, ὀλιγάκις
16. δὲ ἀποτυγχάνει. φωνὴ μὲν γὰρ μία ἐστὶν ἡ ὡς ἐπὶ τὸ
17. πολὺ, παμπόλλη δὲ τοῖς πράγμασιν ὑπάρχει διαφορὰ κατὰ
1. τὸ μᾶλλόν τε καὶ ἧττον. εἰ γοῦν τις ἐν εἴκοσι προῤῥήσεσιν
2. ἅπαξ ἀποτύχῃ, τοῦ μὲν διηνεκοῦς ἀφήμαρτεν, ἀμείνων δέ
3. ἐστι τοῦ δὶς ἀποτυχόντος κἀκεῖνος τοῦ τρὶς, ὥσπερ γε πάλιν
4. ἐκεῖνος τοῦ τετράκις, καίτοι γε πάντες κοινὸν ἐσχήκασι
5. τὸ τυχεῖν ὡς τὸ πολύ. τὰς μὲν δὴ τοιαύτας διδασκαλίας
6. ἐξ ὧν ἄν τις ὁρμώμενος ἑτέρου μᾶλλον ἐπιτυγχάνει προσίεσθαι
7. δεῖ, τὰς δ’ ἐν τοῖς σημαινομένοις περιεργίας ἀποτρέπεσθαί
8. τε καὶ φεύγειν, ἃς Πρόδικος, ὁ τηλικοῦτος σοφιστὴς
9. ἀσπαζόμενος, ἐπαχθεὶς τοῖς πεπαιδευμένοις ἐγίνετο καὶ
10. ἐσκώπτετο συνεχῶς ὑπὸ τοῦ παρὰ τῷ Πλάτωνι Σωκράτους,
11. καίτοι γε τἄλλα ἐπαινούμενος· ἴσως δὲ κακῶς ἐποίησα
12. τὴν ἀρχὴν μνημονεύσας τῶν περὶ τὸν Ἡρόφιλον, ἄμεινον
13. γάρ ἐστι δηλοῦν τἀληθῆ ὅτι τάχιστα τοῖς σπεύδουσιν ἐπὶ
14. τὰ τῆς τέχνης ἔργα καὶ μὴ κατατρίβειν αὐτοὺς
15. διττῶς, ἑνὶ μὲν χρόνῳ διδάσκοντα τοὺς λήρους τῶν σοφιστῶν,
16. ἑτέρῳ δ’ ἐξελέγχοντα. κάλλιον οὖν μοι δοκεῖ 
1. διὰ τῶνδε τῶν ὑπομνημάτων αὐτὰ τὰ χρήσιμα μόνα διελθεῖν,
2. ἐξετάσαι δὲ αὖθις ἐπὶ σχολῆς πλείονος ἐν ἑτέρᾳ
3. πραγματείᾳ καὶ διασκέψασθαι περὶ τῶν ὑπὸ Ἡροφίλου πρὸς
4. τὸ προγνωστικὸν Ἱπποκράτους ἀντειρημένων. ὁκόσα τε
5. παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος πιστεύοιτ’ ἂν
6. μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα. ἔδει τοὺς
7. ἐξηγεῖσθαί τι τῶν τοιούτων ἐπιχειροῦντας ἔργῳ πρότερον
8. ἐπιδειξαμένους αὐτοὺς τολμᾷν οὕτω γράφειν. ἕτοιμον γὰρ
9. ὃ βούλεταί τις γράψαι, δύσκολον δὲ δεῖξαι τοιαύτην θεωρίαν,
10. ἐξ ἧς ἐπιτεύξεται, πολλὰ παρὰ τοῖς κάμνουσι λέγων,
11. οὐ τῶν μελλόντων ἔσεσθαι μόνον, ἀλλὰ καὶ τῶν προγεγονότων,
12. οἷς αὐτὸς οὐ παρεγένετο, καὶ τῶν νῦν ὄντων περὶ
13. τοὺς κάμνοντας, ἃ μήτε ἤκουσε παρ’ αὐτῶν μηδέπω μήτ’
14. οἶδεν αὐτὸς, ὥσπερ καὶ ἡμεῖς ἐν οἶς ἐροῦμεν, εἰκότως ἂν
15. εἴημεν πιστοὶ τοῖς ἔργοις αὐτοῖς προαποδεδειγμένοι τὸ τῆς
16. θεωρίας ἀληθές. ὅπως δὲ μὴ δὶς ἀναγκαζοίμην περὶ τῶν
17. αὐτῶν γράφειν ἔν τε τῇ τοῦ προοιμίου νῦν ἐξηγήσει καὶ
1. μετὰ ταῦτα ἐν τῇ τῶν κατὰ μέρος ἄμεινον εἶναί μοι δοκεῖ
2. φυλάττειν ἅπαντα τὰ τοιαῦτα ταῖς μελλούσαις ἡμῖν
3. γενήσεσθαι τῶν κατὰ τόδε τὸ βιβλίον ἰατρικῶν ῥήσεων ἐξηγήσεσι,
4. καὶ μάλισθ’ ὅτι μηδ’ ἐποίησέ τις αὐτὸ τῶν ἐξηγησαμένων
5. τὸ βιβλίον ἀναγκαιότατον ὑπάρχον. ὃ γὰρ ἀξιοῖ
6. τὸν ἰατρὸν ἀσκεῖν ὁ Ἱπποκράτης, ὅσον ἐπὶ τούτοις παραλέλοιπε
7. μὴ δείξας ὅπως ἐχρῆν τῶν προγεγονότων ἢ παρόντων
8. μὲν, οὐκ ἐγνωσμένων δὲ δι’ αἰσθήσεων ἡμῖν τὴν πρόγνωσιν
9. ποιεῖσθαι. ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι
10. νούσοισι, καὶ τούτου τὴν πρόνοιαν ἐκμανθάνειν, τί ποτ’
11. ἐστὶ τὸ θεῖον, οὗ κελεύων ποιεῖσθαι τὴν πρόγνωσιν διαπεφώνηται
12. τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἔνιοι μὲν γὰρ
13. οἴονται διὰ θεῶν τινα ὀργὴν γίγνεσθαι τοῖς ἀνθρώποις
14. νοσήματα καὶ λέγουσί γε μαρτυρίαν τῆς δόξης ταύτης παρὰ
15. τῶν γραψάντων τὰς καλουμένας ἱστορίας ἄνευ λόγων, μηκέτ’
16. ἐπιδεικνύντες, εἰ τῆς δόξης ταύτης μετεῖχεν ὁ Ἱπποκράτης,
17. ὅπερ ἦν ἔργον ἀγαθῶν ἐξηγητῶν. οὐ γὰρ ἁπλῶς
18. πρόκειται λέγειν ἐν ταῖς ἐξηγήσεσιν ὅ τι περ ἂν ἡμῖν ἀληθὲς
1. εἶναι δοκῇ, ἀλλὰ τὸ κατὰ τὴν τοῦ συγγραφέως γνώμην,
2. κἂν ψευδὲς ᾖ. φαίνεται γοῦν ὁ Ἱπποκράτης οὐδὲ καθ’ ἕν
3. τῶν ἑαυτοῦ συγγραμμάτων εἰς θεούς ποτε ἀναφέρων αἰτίαν
4. νοσήματος, ὅς γε καὶ τοὺς βλητοὺς καλουμένους, οὓς ἀπό
5. τινος ὁρμηθέντες οὕτως ὠνόμασαν οἱ παλαιοὶ, διῆλθεν ἐν
6. τῷ περὶ διαίτης ὀξέων. τοῦτο μὲν οὖν τὸ σύγγραμμα τῶν
7. ὁμολογουμένων γνησίων ἐστίν· ἐν δὲ τῷ περὶ ἱερῆς νόσου
8. καὶ πλείω γέγραπται πρὸς ἔλεγχον τῶν οἰομένων ὑπὸ θεῶν
9. γίνεσθαι τὰ νοσήματα. μήτ’ οὖν οἰόμεθα τὴν ἐπιληψίαν
10. θεῖον εἶναι νόσημα μηδὲ τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν
11. τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν, ὡς
12. Ἐρασίστρατος ἐφώρασε, δι’ ἔρωτα τὸν τοῦ βασιλέως ἀῤῥωστοῦντα
13. υἱὸν, θεῖον δ’ οὐκ ἐδίδαξαν οὔθ’ ὑπὸ Ἐρασιστράτου
14. καλούμενον οὔθ’ ὑπὸ Ἱπποκράτους οὔθ’ ὑπ’ ἄλλου
15. τινὸς ἰατροῦ τὸν ἔρωτα· τοὺς δ’ ἤτοι καταλεπτυνομένους
16. ἢ ἀχροοῦντας ἢ ἀγρυπνοῦντας ἢ καὶ πυρέξαντας ἐπὶ προφάσεσιν
17. ἐρωτικαῖς ἐν ἐκείνῳ τοῦ λόγου τῷ κεφαλαίῳ περιλαμβάνουσιν
18. οἱ παλαιοὶ, καθὸ περὶ τῶν προκαταρχόντων
1. αἰτίων διεξέρχεται. πλεόνων γὰρ ὄντων ἐν τούτοις γενῶν,
2. ἓν ἐξ αὐτῶν ἐστι καὶ ἡ λύπη. λυποῦνται δὲ οἱ μὲν ἀποθανόντων
3. τέκνων ἢ οἰκείων ἢ συγγενῶν ἢ φίλων, οἱ δὲ
4. προσδοκῶντες ἑαυτοὺς ἢ μόνους παθεῖν ἢ καὶ τὴν πατρίδα
5. πᾶσαν ἀνάστατον ἔσεσθαι, λυποῦνται δὲ καὶ οἱ φιλοχρήματοι
6. χρημάτων στερούμενοι καὶ οἱ φιλότιμοι τιμῆς καὶ
7. τῶν ἄλλων ὡς ἕκαστος. ἐκ τούτων οὖν εἰσι καὶ οἱ δι’ ἔρωτα
8. λυπούμενοι θεῖον οὐδὲν πεπονθότες, ἀλλ’ ἀνθρώπινον πάθος,
9. εἰ μὴ ἄρα τις οὕτω πείθεται τοῖς μυθολογουμένοις,
10. ὡς νομίζειν ὑπὸ δαίμονός τινος μικροῦ καὶ νεογενοῦς λαμπάδας
11. ἔχοντος καιομένας εἰς τοῦτο ἄγεσθαι τὸ πάθος ἐνίους
12. τῶν ἀνθρώπων. ὁ δὲ τὸ τῶν κρισίμων γένος ἡμερῶν εἰπὼν
13. εἶναι θεῖον ἑαυτοῦ τι πάθος ὡμολόγησεν, οὐ μὴν Ἱπποκράτους
14. γε τὴν γνώμην ἔδειξεν, οὔτε γὰρ ἁπλῶς ὅσα ἀγνώστους
15. ἢ παραλόγους ἔχει τὰς αἰτίας, θεῖα προσαγορεύομεν,
16. ἀλλ’ εἴπερ ἄρα θαυμαστὰ μόνον. οὔθ’ Ἱπποκράτης
17. ἠγνόει τὰς αἰτίας τῶν κρινουσῶν ἡμερῶν, ὡς ἐν τοῖς περὶ
1. κρισίμων ἡμερῶν ὑφ’ ἡμῶν ἐπιδέδεικται. ὅπερ οὖν εἶπον
2. ἔμπροσθεν ὡς οὐ χρὴ μνημονεύειν ἐν τοῖσδε τοῖς ὑπομνήμασι
3. τῶν μοχθηρῶς εἰρημένων ἁπάντων, ἀλλ’ ὅσα πιθανοῦ
4. τινος ἔχεται· διὸ καὶ τὰ κακῶς ὑπὸ Ἡροφίλου γεγραμμένα
5. πρὸς τὰς Ἱπποκράτους προγνώσεις ἀνεβαλλόμην ἐπισκέψασθαι·
6. τοῦτο καὶ νῦν καὶ καθ’ ὅλον τὸν ἐφεξῆς λόγον αὐτός
7. τε ποιήσω καὶ τοὺς ἐντυγχάνοντας ἀξιώσω πράττειν, ὡς
8. μὴ μέμφεσθαί μοι παραλιπόντι πολλὰ τῶν τοῖς ἐξηγηταῖς
9. εἰρημένων μοχθηρῶς. εἰ δ’ ἐπιμελῶς ἀναγνώσονται τὰ πρὸς
10. ἡμῶν εἰρημένα, δυνήσονται καὶ καθ’ ἑαυτοὺς ἐκεῖνα δοκιμάζειν.
11. ἐάσαντες οὖν ἤδη τοὺς ληρήσαντας ὑπὲρ τοῦ θείου
12. πειραθῶμεν αὐτοὶ κατὰ τὴν Ἱπποκράτους γνώμην εὑρεῖν τὸ
13. λεγόμενον. ὅτι μὲν οὖν ἕν τι τῶν κατὰ τὴν ἰατρικὴν τέχνην
14. εἶναι χρὴ τὸ θεῖον τοῦτο καὶ μὴ μόνον ἐπῃνῆσθαι τὴν
15. γνῶσιν αὐτοῦ πρὸς Ἱπποκράτους, ἀλλὰ καὶ δεδεῖχθαι, πρόδηλον
16. παντί. ληρώδης γὰρ ἂν εἴη συγγραφεὺς ἐπαινῶν
17. πράγματος γνῶσιν, ὃ μηδ’ ὅλως ἐδίδαξεν, ὥστε τῶν ὑφ’ Ἱπποκράτους
18. γεγραμμένων ἕν τι καὶ τὴν τοῦ θείου πρόγνωσιν 
1. εἶναι χρή. λέγωμεν οὖν ἤδη θαῤῥοῦντες οὐκ ἄλλο τι τοῦτ
2. εἶναι παρὰ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κατάστασιν,
3. ὑπὲρ ἧς ἐν ἀφορισμοῖς οὕτως ἔγραψεν· ἢν μὲν ὁ χειμὼν
4. αὐχμηρός τε καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ
5. νότιον, ἀνάγκη τοῦ θέρεος τοὺς πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας
6. καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ καὶ
7. τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας. ταῦτα καὶ τὰ τούτοις ἐφεξῆς
8. γεγραμμένα προγνώσεις εἰσὶ τῶν ἐκ τῆς τοῦ περιέχοντος
9. αἰτίας ἐν ἡμῖν γινομένων, ὑπὲρ ὧν ἐν μὲν τοῖς ἀφορισμοῖς
10. ἐν κεφαλαίοις βραχέσιν ἐδίδαξεν, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν
11. βιβλίοις ἐπὶ πλεῖστον διῆλθεν, ἐν μέντοι τῷ
12. προγνωστικῷ τῷδε παρέλιπε, καίτοι ταύτης τῆς θεωρίας
13. ὄνια. βέλτιον οὖν ἦν ἐζητηκέναι τὴν αἰτίαν τοῦ παραλιπεῖν
14. τὸ περὶ θεῖον λέγειν τοῦ ψευδῶς ἐξηγεῖσθαι. δοκεῖ
15. δέ μοι διὰ μέγεθος τῆς πραγματείας μὴ προσθεῖναι τῷδε
16. τῷ βιβλίῳ τὴν περὶ τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν.
17. συντελέσας οὖν αὐτὸ κατὰ τὴν τελευτὴν ἔγραψε ταυτὶ,
18. χρὴ δὲ καὶ τὰς φορὰς τῶν νοσημάτων ἀεὶ τῶν ἐπιδημεόντων
1. ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρης τὴν
2. κατάστασιν. ὅτι μὲν οὖν χρὴ γινώσκειν τὸν ἰατρὸν, εἴπερ
3. τι καὶ ἄλλο τῶν εἰς τὰς προγνώσεις διαφερόντων, οὕτω καὶ
4. τὸ περὶ τῆς τῶν ἐπιδημίων νοσημάτων γενέσεως ἐδήλωσεν,
5. ἰδίαν δ’ αὐτοῖς ἀνέθηκε διδασκαλίαν, ἐν ἀφορισμοῖς μὲν,
6. ὡς εἴρηται, διὰ βραχέων κεφαλαίων διδάξας, ἐν δὲ τοῖς τῶν
7. ἐπιδημιῶν ἐπὶ πλέον ἐξεργασάμενος, ὅθεν εἰκότως ἔνιοι τῶν
8. ἐξηγητῶν ἐφεξῆς τῷδε τῷ βιβλίῳ τὰ τῶν ἐπιδημιῶν ἐξηγήσαντο
9. καὶ ἡμεῖς οὕτω ποιήσομεν.

Cliquer un n° de page pour en afficher l’image