5. Τὰ δὲ διαπυήματα ὧδε χρὴ σκέπτεσθαι τὰ ἐντεῦθεν. ὁκόσα
6. μὲν ἔξω τρέπεται ἄριστά ἐστιν, μικρά τε ἐόντα καὶ ὡς
7. μάλιστα ἐκκλίνοντα ἔξω καὶ ἐς ὀξὺ ἀποκυρτούμενα. τὰ
8. δὲ μεγάλα τε ἐόντα καὶ πλατέα καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα
9. κάκιστα.
11. Ὅτι μὲν οὖν ὅταν ἀθρόον τὸ πῦον συστῇ, πεττομένου
12. τινὸς ὄγκου τῶν παρὰ φύσιν ἐμπυήματά τε καὶ διαπυήματα
13. καλεῖ τὸ τοιοῦτον σύμπτωμα, πρόδηλόν σοι γενήσεται,
14. πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθ’ ὃν περὶ τῶν
15. ἐν ὑποχονδρίοις οἰδημάτων ἐποιήσατο τὴν διδασκαλίαν.
16. ἀθροίζεται δὲ τὸ καθ’ αὑτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι,
17. πολλάκις δὲ τῷ βάθει κατὰ διττὴν αἰτίαν· ἢ τῷ τὸ
18. διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν διάθεσιν ἔχειν
1. ἢ τῷ κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεσμάτων
2. αὐτοῦ καταλαμβάνεσθαι, μὴ φθάσαν εἰς τὴν ἐκτὸς
3. χώραν ἀφικέσθαι διὰ γλισχρότητα ἢ πάχος ἢ τὴν τοῦ περιέχοντος
4. χιτῶνος πυκνότητα. σπεύδει μὲν γὰρ ἡ φύσις
5. ἐκκρῖναι τὸ πῦον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων·
6. καὶ τυγχάνει τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων
7. εἰς ἔκκρισιν, οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε
8. τούτων ἐπιτυγχάνουσα συνωθεῖ τὸ πῦον εἰς τὰς παρακειμένας
9. χώρας, καὶ ὅταν μικραὶ τυγχάνωσιν οὖσαι, ὑποδέρει τὸ
10. περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπ’ αὐτὸ χώραν εὐρύνουσα.
11. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέστερά ἐστι
12. τὰ τὴν ῥοπὴν ἔξω καὶ οὐκ ἔσω ποιησάμενα καὶ τούτων αὐτῶν
13. ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα·
14. συνεσταλμένα δὲ, ὅταν πρός τινα κορυφὴν
15. ἀνατείνηται κωνοειδῆ τῷ σχήματι γινόμενα. ταῦτα δὲ ἅμα
16. μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθούσης ἔξω τὸ πῦον δυνάμεως,
17. ἅμα δὲ οὐ πολὺ διαφθείρει μέρος ὧν διαβιβρώσκει σωμάτων.
18. εἴτε δ’ εἰς ὀξὺ ἀποκυρτούμενα εἴτ’ εἰς ὀξὺ ἀποκορυφούμενα
1. γεγραμμένον εἴη, δῆλον ὅτι μία κατ’ ἀμφοτέρας
2. τὰς λέξεις ἐστὶ καὶ ἡ αὐτὴ διάνοια.