Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1.42, ed. Kühn, 1830, vol. 18b, p. 105-109. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:1.42


9. Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον
10. καὶ ὡς ἥκιστα δυσῶδες, τὸ δὲ ἐναντιώτατον τουτέου
11. κάκιστον.

13. Ὅτι μὲν ὡς ἥκιστα δυσῶδες εἶναι προσήκει τὸ πῦον
14. ἄντικρυς δῆλον. ἡ γὰρ ὑπερβάλλουσα δυσωδία σήψεώς
15. ἐστιν, οὐ πέψεως σημεῖον. ὅτι δὲ καὶ λευκὸν, ἐὰν μὲν τὴν
16. γένεσιν αὐτοῦ μάθοις, ἐπιστήσει σε ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις
17. ἑτέρωθι. ἅπαντα γὰρ ἐν ἅπασιν ἀποδεικνύειν
18. ἀδολεσχίας ἐστὶ μᾶλλον ἢ διδασκαλίας ἴδιον. ἔστι δὲ τὰ 
1. δι’ ἑτέρων πραγματειῶν ἀποδεδειγμένα ταυτί. κατὰ μὲν γὰρ
2. τὴν περὶ τῶν φυσικῶν δυνάμεων βίβλον, ὅτι μία τίς ἐστιν
3. αὐτῶν καὶ ἀλλοιωτικὴ δύναμις, ἥτις καὶ τὴν ἐν γαστρὶ καὶ
4. τὴν ἐν ἥπατι ἐργάζεται πέψιν, μεταβαλλομένης τῆς τροφῆς,
5. ἐν ἥπατι μὲν εἰς αἷμα, κατὰ δὲ τὴν κοιλίαν εἰς ἐπιτήδειον
6. αἵματι χυμὸν, ὅτι τε τῶν τοῦ ζώου μορίων ἕκαστον εἰς τὴν
7. ἑαυτοῦ φύσιν ἄγει τὸν αὐτῷ πλησιάζοντα χυμόν. ἡ γὰρ
8. ἐσχάτη πέψις ἐν τῷ προστίθεσθαί τε καὶ ἐξομοιοῦσθαι τὸ
9. τρέφον τῷ τρεφομένῳ γίνεται. δῆλον οὖν ὅτι προπαρασκευάζεται
10. χρόνῳ πλείονι πρὸς ταύτην τὴν ὁμοίωσιν. ἐλέχθη
11. δὲ καὶ ἐν τοῖς περὶ σπέρματος ὡς ἐν τοῖς τῶν ἀγγείων
12. χιτῶσιν, ὑφ’ ὧν οἱ ὄρχεις τρέφονται, πολλάκις φαίνεται
13. ἐναργῶς προμεταβεβλημένον ἤδη τὸ αἷμα πρὸς τὴν
14. τοῦ σπέρματος γένεσιν. οὐ γὰρ οὐδ’ αὐτοὺς τῶν ἀγγείων
15. τοὺς χιτῶνας εἰκὸς ὑπ’ ἄλλου τινὸς τρέφεσθαι καὶ καλοῦσιν
16. ἔνιοι τῶν ἰατρῶν τοιαύτην ὑγρότητα θορώδη. διὸ
17. καὶ τὸ σπέρμα αὐτὸ θορὸν ὀνομάζουσι καὶ μάλιστα ὅσοι τὴν
18. δύναμιν αὐτοῦ σπέρμα καλοῦσιν, οὐ τὴν σωματικὴν οὐσίαν.
1. ἀλλὰ μὴν καὶ ὅτι τὰς φλεγμονὰς ἐργάζεται τὸ κατασκῆψαν
2. αἷμα τοῖς φλεγμήνασι μορίοις, ὡς ἐν ἀρχῇ μὲν αὐτὰ
3. μόνα τὰ ἀγγεῖα πληρῶσαί τε καὶ διατεῖναι· μετὰ ταῦτα δὲ
4. καὶ τὰς παρακειμένας αὐτοῖς κενὰς χώρας, πολλὰς καὶ μικρὰς
5. οὔσας καθ’ ἕκαστον μόριον, ἐν τῷ περὶ τῶν παρὰ φύσιν
6. ὄγκων δέδεικται. λέλεκται δὲ κἀν τῷ περὶ τῆς ἀνωμάλου
7. δυσκρασίας. τοῦτο γοῦν τὸ αἷμα κατὰ μικρὰ μόρια
8. παρεσπαρμένον τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἂν ἔξω τῶν
9. ἰδίων ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν
10. φύσιν οὐκέτι δύναται. μεταβάλλεται δὲ καὶ σήπεται, καθότι
11. καὶ πάνθ’ ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ.
12. ἐὰν μὲν οὖν ἐπὶ πλεῖστον ᾖ ἐξεστηκὸς τῆς οἰκείας
13. εὐκρασίας τὸ ἔμφυτον θερμὸν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται
14. τὸ αἷμα. διασώζοντος δ’ αὐτοῦ τινα δύναμιν, ἐπίμικτός
15. τις αὐτοῦ ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ
16. τῆς κατὰ φύσιν ἀποτελεῖται. σηπούσης μὲν τῆς παρὰ φύσιν
17. αἰτίας, πεττούσης δὲ τῆς κατὰ φύσιν. ὁποτέρα δ’ αὐτῶν
1. μᾶλλον κρατήσει, κατ’ ἐκείνην αὐτὴν ἐξ ἀνάγκης καὶ τὰ
2. γνωρίσματα προσέρχεται, τά τε τῆς χρόας καὶ ὀδμῆς καὶ
3. συστάσεως. ἐκ δὲ τούτων, ὡς ἔφην, ἀποδεδειγμένων ἐν ἑτέραις
4. πραγματείαις ἀκόλουθόν ἐστι συλλογίσασθαι τὸ καλῶς
5. μεταβεβλημένον εἰς πῦον αἷμα. πρῶτον μὲν μὴ σεσῆφθαι,
6. μᾶλλον δὲ πεπέφθαι, δεύτερον δὲ συνεμφαίνεσθαι μέν τι
7. τῆς παρὰ φύσιν ἐν αὐτῷ σηπεδόνος, ὀλίγον δ’ εἶναι τοῦτο
8. καὶ, καθάπερ Ἱπποκράτης εἶπεν, ὡς ἥκιστα δυσῶδες. τὸ γὰρ
9. ὡς ἥκιστα ταὐτὸν σημαίνει τῷ ὡς ἐλάχιστα· πρὸς τούτοις
10. δηλονότι καὶ τὴν χρόαν αὐτοῦ παραπλησίαν εἰκός ἐστι γίνεσθαι
11. τῷ σπέρματι, λευκὴν μὲν, οὐ μὴν ἀκριβῶς γε τοιαύτην
12. ὁποία τῆς χιόνος ἐστίν. εἰς γὰρ τὴν τῶν στερεῶν σωμάτων
13. ἄγεται χρόαν ὑπὸ τῆς φύσεως ἀκριβῶς μὲν τὸ
14. σπέρμα, μετρίως δὲ τὸ πῦον, ἐπειδὴ τῷ μὲν σπέρματι τῆς
15. παρὰ φύσιν αἰτίας οὐδὲν μέμικται, τῷ πύῳ δ’ οὐκ ἀεὶ μὲν
16. ἴσον, ὡς ἐῤῥέθη, μέμικται δ’ οὖν τι πάντως, ἔξω τῶν οἰκείων
17. ὀργάνων γενομένου τοῦ αἵματος. αὕτη μὲν οὖν ἡ αἰτία
1. τοῦ λευκὸν γίνεσθαι τὸ σπέρμα καὶ τὸ πῦον. ὁμοιοῦται
2. γάρ πως τοῖς στερεοῖς σώμασι καὶ τὸ πῦον, ἅπερ ἐστὶν οἵ
3. τε τῶν ἀγγείων χιτῶνες καὶ τὰ νεῦρα καὶ οἱ σύνδεσμοι καὶ
4. οἱ ὑμένες, οἵ τε χόνδροι καὶ τὰ ὀστᾶ. ἡ δ’ αὐτὴ καὶ τοῦ
5. τὸ ὑφιστάμενον ἐν τοῖς οὔροις λευκὸν ὑπάρχειν αἰτία. καὶ
6. γὰρ καὶ τοῦτο τῷ πύῳ τὴν γένεσιν ἀνάλογον ἔχει, μεταξὺ
7. τεταγμένην ἐκείνου τε καὶ τῶν κατὰ φύσιν χυμῶν. ὅσον
8. γὰρ τῆς τροφῆς ἐν τῇ τοῦ αἵματος γενέσει τὴν ἀπὸ τῆς
9. φύσεως ἐνέργειαν ἐξέφυγε, τοῖς οὔροις ὑφίσταται, οὔθ’ ὡς
10. τὸ αἷμα μεταβληθὲν ὑπ’ αὐτῆς οὔθ’ ὡς τὸ πῦον τῆς παρὰ
11. φύσιν αἰτίας ἐν τῇ γενέσει μεταλαβόν.

Cliquer un n° de page pour en afficher l’image