Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1.5, ed. Kühn, 1830, vol. 18b, p. 22-25. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:1.5


12. Σκέπτεσθαι δὲ χρὴ ᾧδε ἐν τοῖσιν ὀξέσι νοσήμασι· πρῶτον
13. μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι
14. τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτῷ ἑωυτῷ, οὕτω
15. γὰρ ἂν εἴη ἄριστον. τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου
16. δεινότατον.

1. Ὅτι μὲν οὖν ὁ λόγος αὐτῷ περὶ τῶν ὀξέων
2. νοσημάτων ἐν τούτῳ τῷ βιβλίῳ γεγένηται σαφῶς ἐδήλωσεν.
3. ἄρχεται δὲ τῆς διδασκαλίας ἀπὸ τῶν κατὰ τὸ πρόσωπον
4. σημείων, ὡς ἂν πρώτων τε φαινομένων καὶ μεγάλην ἐχόντων
5. δύναμιν. ὅτι μὲν οὖν πρῶτα φαίνεται ταῦτα πρόδηλον
6. παντί· ὅτι δὲ καὶ μεγάλην ἔχει δύναμιν εἰς πρόγνωσιν
7. ἐφεξῆς μαθήσῃ. πρῶτον δ’ ἀναμνήσθητί μοι τοῦ κοινοῦ
8. τῆς τέχνης ὅλης αὐτοῦ προοιμίου γραφέντος ἐν τῷ κατ’
9. ἰητρεῖον ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων,
10. εἶτα ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως προερχομένων,
11. ἃ καὶ ἰδεῖν τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ
12. γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι, οὐ γὰρ ἡ πρόγνωσις
13. μόνον, ἀλλὰ καὶ ἡ τῶν ποιητέων ἔνδειξις ἀπὸ τουτέων
14. ἄρχεται. περὶ οὖν τῶν ποιητέων ἐν τοῖς τῆς θεραπευτικῆς
15. εἴρηται μεθόδου γράμμασι· περὶ δὲ τῶν προγνώσεων ἐνταυθοῖ
16. σκόπει πάλιν ἀναμνησθεὶς ὡς οὐ τὰ μέλλοντα μόνον,
17. ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ νῦν ὄντα κατὰ τὸ
18. σῶμα διά τινων σημείων εὑρίσκειν ἐκ τοῦ προγνωστικοῦ
1. μέρους τῆς τέχνης ἐστίν. ἀλλὰ τὴν γε τῶν ἐνεστώτων γνῶσιν
2. ἰδίᾳ προσηγορίᾳ καλεῖν εἰθίσμεθα διάγνωσιν. ἐπισκέπτεσθαι
3. δὲ κελεύει τὸ πρόσωπον τοῦ νοσέοντος ἐξ ἀρχῆς
4. εἰ ὅμοιον ἢ ἀνόμοιόν ἐστι τῷ τῶν ὑγιαινόντων, ἔτι δὲ μᾶλλον
5. εἰ αὐτὸ ἑωυτῷ. καὶ γὰρ καὶ τοῦτο τὸ σημεῖον τῶν
6. Ἱπποκράτους δογμάτων ἐστὶν, ὡς μὴ μόνον ἀπὸ τῆς κοινῆς
7. φύσεως ἁπάντων, ἀλλὰ καὶ τῆς ἰδίας ἑκάστου σκέπτεσθαι
8. πάντα κατὰ τὴν τέχνην. καὶ γὰρ ὁπότε παραβάλλειν ἠξίου
9. τὰ πεπονθότα μόρια τοῖς ὑγιαίνουσι, συνεβούλευε μὴ τὰ
10. ἀλλότρια καθορᾷν, ἀλλὰ τοῦ πεπονθότος αὐτοῦ. ἄριστον
11. μὲν οὖν ἐστι πρόσωπον ἀνθρώπου κάμνοντος ὅταν ὁμοιότατον
12. ἑαυτῷ διαμένῃ, χαλεπώτατον δὲ ὅταν ἐναντιώτατον γένηται.
13. τὰ δὲ ἐν τῷ μεταξὺ τοῦ ἀρίστου τε καὶ χειρίστου
14. οἷα σὸν ἔργον ἤδη σκοπεῖσθαι καὶ ἄκρων ἀφωρισμένων.
15. τὰ μὲν γὰρ καὶ ἐγγυτέρω τοῦ ἀρίστου βελτίω, τὰ δ’ ἐγγυτέρω
16. τοῦ χειρίστου χείρω. μέσα δ’ ἀμφοῖν ἐστι τὰ μηδετέρου
17. πλέον ἀφιστάμενα. τὸ μὲν οὖν ἄριστον πρόσωπον
18. ἑνὶ κεφαλαίῳ περιλαβὼν ἐδήλωσε. τὸ γὰρ ὁμοιότατον τῷ
1. κατὰ φύσιν ἄριστον, τὸ δ’ ἐναντιώτατον ὡς ἂν οὐδὲ σύντροφον
2. ἡμῖν ὑπάρχον. τὸ δὲ προγινωσκόμενον αὐτὸς ἐκ
3. τῶν κατὰ μέρος ἐδίδαξε γνωρισμάτων, ὧν ἕκαστον ἰδίᾳ προχειριοῦμαι
4. διὰ τῶν ἐφεξῆς γεγραμμένων.

Cliquer un n° de page pour en afficher l’image