7. Εἴη δ’ ἂν τὸ τοιόνδε ῥὶς ὀξεῖα.
9. Τῶν κακῶν σημείων ἕν τι τοῦτο πρῶτον ἔγραψε τὴν
10. ὀξεῖαν ῥῖνα, χρὴ δ’ ὡς πρὸς τὴν κατὰ φύσιν ἑκάστου παραβάλλοντα,
11. καθότι προείρηται, σκοπεῖσθαι. τοῦ τε γὰρ σιμοῦ
12. φύσει φανεῖται πάντως ἡ ῥὶς ἑαυτῆς ὀξυτέρα, καθάπερ
13. καὶ τοῦ γρυποῦ καὶ δηλονότι καὶ τοῦ τὴν εὐθεῖαν ἔχοντος.
14. ἀλλὰ χρή σε μεμνημένον εἰς ὅσον ἀποκεχώρηκε τῆς κατὰ
15. φύσιν ἰδέας, εἰς τοσοῦτον μοχθηρὰν αὐτὴν εἶναι νομίζειν.
16. ὀξυνομένη δὲ ἡ ῥὶς ἐναργῶς ὁρᾶται καὶ τοῖς ἐν χρονίᾳ νόσῳ
17. καταλεπτυνθεῖσι καὶ τοῖς ὑπὸ καμάτου τεταλαιπωρημένοις
1. ἢ ὁπωσοῦν ἐκλυομένοις ἢ λειποψυχοῦσι καὶ δὴ καὶ τοῖς
2. τεθνεῶσιν ἅπασιν, ὥστ’ εἰκότως ἄν τις ἐπιλογίσαιτο τῷ κοινῷ
3. πάντων ἀνθρώπων χρώμενος λόγῳ, μοχθηρὸν εἶναι τὸ
4. σημεῖον ἐν κακῇ διαθέσει γινόμενον. ἥτις δὲ ἐστιν ἡ διάθεσις
5. αὕτη, καθ’ ἣν ἡ ῥὶς ὀξύνεται, δογματικῆς ἤδη θεωρίας
6. ἔργον ἀναλογισμῷ μόνῳ φωραθῆναι δυναμένης. ἀναλογισμὸς
7. δ’ ἐστὶ λόγος ἐκ τοῦ φαινομένου ὁρμώμενος καὶ
8. τοῦ ἀδήλου κατάληψιν ποιούμενος· ἐπιλογισμὸς δὲ ὁ κοινὸς
9. καὶ συμφωνούμενος παρὰ πάντων λόγος. ἀλλὰ πρῶτον ἐπιλογιστικῶς
10. τῶν εἰρημένων σημείων σκεψώμεθα ὑπὲρ ἑκάστου.
11. πολὺ γὰρ ἄμεινόν ἐστι διὰ συμφωνουμένου καὶ κοινοῦ
12. πάντων ἀνθρώπων λόγου ποιήσασθαι τὴν πρώτην διδασκαλίαν
13. ἤπερ εὐθέως ἐπὶ τὸν ἀναλογισμὸν ἔρχεσθαι.