16. Ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ
17. συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι καὶ
18. τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον
1. καὶ καρφαλέον ἐὸν καὶ τὸ χρῶμα τοῦ ξύμπαντος
2. προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν καὶ πέλιον ἢ
3. μολυβδῶδες.
5. Καὶ ταῦτα πάντα τὰ σημεῖα περὶ τὸ πρόσωπον γίνεται,
6. κατά τε τὰς χρονίας νόσους καὶ τοὺς καμάτους καὶ
7. τὰς λειποψυχίας καὶ πολὺ μᾶλλον ἔτι κατὰ τοὺς θανάτους.
8. εὐεπιλόγιστον οὖν ἐστι τὰ ἀνόμοια τοῖς κατὰ φύσιν κακοῦ
9. τινος εἶναι δηλωτικὰ, κειμένου γε τοῦ κατ’ ἀρχὰς εὐθέως
10. ὁμολογουμένου, ὡς τὰ μὲν ἐναντιώτατα τοῖς κατὰ φύσιν
11. ὀλέθρια, τὰ δὲ ὅμοια σωτήριά ἐστι σημεῖα. ταῦτα μὲν οὖν
12. ἐπιλογιστικῶς ἡμῖν ὑπὲρ αὐτῶν εἰρήσθω. σκεψώμεθα δ’
13. ἀκριβῶς ὑπὲρ ὅλης αὐτῶν τῆς φύσεως. γίνονται τοίνυν
14. αἱ τοιαῦται διαθέσεις ἤτοι διά τινα αἰτίαν συντήκουσάν τε
15. καὶ διαφθείρουσαν τὰ σαρκώδη μόρια τῶν ζώων ἢ δι’ ἀῤῥωστίαν
16. τῆς ἐμφύτου θερμασίας μηκέτ’ ἀποτείνεσθαι δυναμένης
17. αὐτῆς ἐπὶ τὰ πέρατα τοῦ σώματος, ἀλλ’ ἐν τοῖς
18. σπλάγχνοις μόνοις ὀλίγης διασωζομένης. ἀκολουθεῖ δὲ τούτῳ
1. δηλονότι καὶ τὸ μήθ’ αἵματος ἔτι μήτε πνεύματος ἐπιῤῥεῖν
2. τοῖς ἄκροις τοῦ σώματος, ὅσον ἔμπροσθεν ἐπέῤῥει κατὰ
3. φύσιν ἐχόντων. διὰ τοῦτ’ οὖν ἐν τῷ προσώπῳ φαίνεται
4. μεγίστη σαφῶς ἡ τοῦ κατὰ φύσιν ἐξαλλαγή. παρακειμένων
5. γὰρ ἀλλήλοις τῶν τε ὀστεΐνων μορίων καὶ τῶν ὑγροτέρων τε
6. καὶ σαρκωδῶν, εἶτα τῶν μὲν ὀστεΐνων διὰ τὸ γεῶδες τῆς
7. οὐσίας ὁμοίων διαμενόντων, τῶν δὲ ὑγροτέρων καὶ σαρκωδῶν
8. συντήκεσθαί τε ῥᾳδίως δυναμένων καὶ συμπίπτειν εἰς
9. ἑαυτὰ, διά τε τὴν ἔνδειαν τοῦ πνεύματος καὶ τοῦ αἵματος
10. εὐφορωτάτη ἡ διάθεσις γίνεται. τῆς μὲν γὰρ ῥινὸς κατὰ
11. τὰ καλούμενα πτερύγια μόνα σαρκοειδής ἐστιν ἡ οὐσία, τὸ
12. δ’ ἄλλο πᾶν ὀστῶδες. εἰκότως οὖν ὅταν ἤτοι τετηκὸς ᾖ
13. τὸ σαρκῶδες ἢ κενωθὲν συνιζήσῃ, τὸ πέρας αὐτῆς φαίνεται
14. λεπτόν· οὕτω δὲ κἂν ψυχθῇ σφοδρῶς, ὃ δὴ τοῖς ἀποθνήσκουσιν
15. ἤδη συμβαίνει. πιλουμένης γὰρ ἐν τῇ ψύξει τῆς
16. οὐσίας τῶν σαρκωδῶν μορίων ἰσχνὴ κατ’ ἄκρας ἑαυτῆς εἰκότως
17. γίνεται. καὶ μὴν οὐκ ἄλλην τινὰ ὀξεῖαν ὀνομάζομεν
18. ῥῖνα πλὴν τῆς κατὰ τὸ πέρας ἰσχνῆς. οὕτως μὲν οὖν ἡ
1. ῥὶς ὀξεῖα φαίνεται, κοῖλοι δὲ ὀφθαλμοὶ διὰ τὰς αὐτὰς αἰτίας.
2. ἀλλ’ ὅσῳ τῆς ἄκρας ῥινός εἰσιν ὑγρότεροί τε καὶ
3. μαλακώτεροι, τοσούτῳ θᾶττον κοιλαίνονται. ἀλλὰ
4. καὶ πνεύματος ψυχικοῦ παμπόλλου μετέχουσι καὶ θερμασίας
5. οὐκ ὀλίγης, ὧν ἀπολειπόντων αὐτοὺς εἰκότως συστέλλονται.
6. τοῦτο δέ ἐστιν ὀφθαλμῶν κοιλότης. οὕτω δὲ καὶ οἱ κρόταφοι
7. συμπίπτουσιν, ὅτι μόνοι τῆς ὅλης κεφαλῆς ἔχουσι
8. μῦς, οὓς ὀνομάζουσι κροταφίτας. ἡ δ’ ὅλη πᾶσα
9. κεφαλὴ παντάπασιν ἄσαρκός ἐστιν, ὦτα δὲ ψυχρὰ καὶ
10. συνεσταλμένα, διότι χονδρώδη καὶ ἄσαρκα καὶ ὀλίγαιμά ἐστι.
11. τάχιστα οὖν καταψύχεται παρεσκευασμένα πρὸς τὸ πάθος
12. ὑπὸ τῆς οἰκείας φύσεως. διὰ τίνα δὲ αἰτίαν ἀποστρέφεσθαι
13. συμβαίνει τοὺς λοβοὺς αὐτῶν; ἢ ὅτι μαλακωτέραν ἔχουσι
14. τὴν οὐσίαν, οὐχ ὥσπερ τὸ ἄλλο σύμπαν, ὅπερ ἀκριβῶς λεπτὸς
15. χόνδρος ἐστὶ, λεπτῷ δέρματι σκεπόμενος, ὥσθ’ ὑπὸ
16. τῶν εἰρημένων ἔμπροσθεν αἰτίων οἱ λοβοὶ λεπτύνονταί τε
17. καὶ συστρέφονται καὶ ξηραίνονται καὶ πήγνυνται. ταῦτα
1. δὲ πάσχοντες ὀπίσω τείνονται μᾶλλον ἐπὶ τὰς ἀρχὰς τῶν
2. τὴν αἴσθησιν αὐτοῖς παρεχόντων νεύρων. τὸ μὲν γὰρ σπᾶσθαι
3. τοῖς ἱμαντώδεσιν ἅπασι ξηραινομένοις κοινόν. ἴδιον
4. δ’ ἑκάστῳ τῶν ἐν τῷ σώματι μορίων ἐπ’ ἐκεῖνο τὸ μέρος
5. διαστρέφεσθαί τε καὶ περισπᾶσθαι μᾶλλον, ἔνθα τῶν ἐμφυομένων
6. αὐτῷ νεύρων ἐστὶν ἡ ἀρχή. θεάσασθαι γοῦν ἐστιν
7. ἐναργῶς τοῦτο καὶ κατὰ τοὺς δακτύλους. ἐὰν μὲν ὁ ἔνδον
8. τένων ὑπό τινος αἰτίου ταθῇ, καμπτομένους τοὺς δακτύλους
9. σαφῶς ἐστιν ἰδεῖν, ἐὰν δὲ ὁ ἔξωθεν, ἐκτεινομένους. διὰ δὲ
10. τήνδε τὴν αὐτὴν ξηρότητά τε καὶ πῆξιν ὅλον τὸ δέρμα τὸ
11. περὶ τὸ πρόσωπον πᾶν σκληρόν τε φαίνεται καὶ περιτεταμένον,
12. ἐναργέστερον δὲ ὁρᾶται τὸ πάθος αὐτοῦ κατὰ τὸ
13. μέτωπον, ὅτι σαρκοειδὴς οὐσία λεπτὴ κατὰ τοῦτο τὸ μέρος
14. ὑποβέβληται τῷ δέρματι. πάσχει δὲ ὑπὸ τῶν εἰρημένων
15. αἰτίων ἡ σαρκώδης μᾶλλον φύσις τῆς δερματώδους. ἡ δὲ
16. τῆς χροιᾶς μεταβολὴ μοχθηροτάτη μέν ἐστιν, ἡ ἐπὶ τὸ μέλαν,
17. ὡς ἂν ἀποψυχομένου τοῦ αἵματος, ὥσπερ ὅταν ἐκτὸς
18. ἐκχυθὲν θρομβωθῇ, μετριωτέρα δὲ ἡ ἐπὶ τὸ χλωρόν, εἰώθασι
1. δὲ οὕτως ὀνομάζειν οἱ παλαιοὶ ποτὲ μὲν τὸ ὠχρὸν,
2. ἐνίοτε δὲ ὡς οἱ πολλοὶ κράμβας τε καὶ θριδακίνας καλοῦσι
3. χλωρὰς, ὅπερ χρῶμα μελάντερόν ἐστιν ἐρυθροῦ καὶ οἷον
4. ἀρχή τις τοῦ μελαίνεσθαί τε καὶ πελιδνοῦσθαι ψύξεως ἐργαζομένης
5. αὐτὸ, καθάπερ καὶ τὸ μέλαν, ὥστ’ εἰκότως καὶ
6. τὸ πρόσωπον, ἐν ᾧ πάντ’ ἐστὶ τὰ προειρημένα, προσαγορεύεται
7. νεκρῶδες. καὶ τοῦτο ἐν μὲν τοῖς κεχρονισμένοις νοσήμασι
8. πολλάκις ὁρᾶται γιγνόμενον, ὀλιγάκις δ’ ἐν ἀρχῇ. διὸ
9. καὶ κινδυνωδέστατόν ἐστιν, ὡς ἂν μηδὲ τὴν ἀπὸ τοῦ χρόνου
10. πρόφασιν ἔχον. ἐπὶ μακρῷ μὲν γὰρ χρόνῳ συντακῆναί τε
11. τὸ σῶμα καὶ ψύχεσθαι τῶν ἀκρωτηρίων τινὰ θαυμαστὸν
12. οὐδέν. ἐν ἀρχῇ δὲ καὶ μάλιστ’ ἐν ὀξεῖ νοσήματι πάντως
13. ὀλέθριον, εἰ μὴ διά τινα αἰτίαν ἑτέραν ᾖ τοῦτο γεγονὸς,
14. ὁποῖαι δ’ εἰσὶν αἱ τοῦτο ποιεῖν δυνάμεναι κατὰ τὴν ἑξῆς
15. ῥῆσιν αὐτὸς ἐδίδαξε. νυνὶ δὲ ὃ χρὴ προσθεῖναί με παραλελεῖφθαι
16. δοκοῦν ὑπ’ αὐτοῦ πρότερον ἄκουσον. ὥσπερ γὰρ
17. ἐν τοῖς χρονίοις νοσήμασι τοιοῦτον γίνεσθαι πρόσωπον οὐκ
1. ἂν εἴη μεγάλως ὀλέθριον, οὕτως οὐδ’ ἐν ψυχρῷ χωρίῳ καὶ
2. χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ γεροντικῇ, καθάπερ ἐμάθομεν
3. ἐν ἀφορισμοῖς, ὡς ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν
4. οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ
5. τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἷσιν ἂν μὴ
6. οἰκείη κατά τι τουτέων ᾖ.