9. Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον
10. τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι
11. ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος
12. ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ
13. λιμῶδές τι ἔχῃ αὐτόν. καὶ ἢν μέν τι τουτέων ὁμολογέῃ,
14. ἧσσον νομίζειν δεινὸν εἶναι. κρίνεται δὲ τὰ τοιαῦτα ἐν
15. ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ
16. πρόσωπον τοιοῦτον ᾖ. ἢν δὲ μηδὲν τουτέων φησὶν εἶναι
17. μηδ’ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι
18. χρὴ τοῦτο τὸ σημεῖον θανατῶδες ἐόν.
1. Ὀλέθριον μὲν ἐσχάτως ἐστὶ καὶ ἀνίατον νόσημα, καθ’
2. ὃ νεκρῶδες εὐθὺς ἐν ἀρχῇ τὸ πρόσωπον ἐγένετο χωρὶς τῆς
3. ἔξωθεν αἰτίας. τούτου δ’ ἧττόν ἐστι κινδυνῶδες, εἰ διά
4. τινα αἰτίαν προφανῆ, καθάπερ εἰ τύχοι διὰ σφοδρὰν ἀγρυπνίαν
5. ἢ ἔνδειαν τροφῆς ἢ ῥεῦμα γαστρός. ἄμεινον μὲν γὰρ
6. μηδ’ ὑπὸ τῶν τοιούτων αἰτίων ἐσχάτως καταλύεσθαι τὴν
7. δύναμιν ἐν ἀρχῇ τοῦ νοσήματος. ἧττον δέ ἐστι κινδυνῶδες,
8. εἰ διά τι τούτων εἴη γεγονὸς, ἀλλ’ οὐ διὰ τὴν τοῦ νοσήματος
9. κακοήθειαν. ἥτις δέ ἐστιν ἡ διάθεσις τοῦ σώματος,
10. ἐν ᾗ τοιοῦτον ἀποτελεῖται τὸ πρόσωπον, εὐθὺς ἐν ταῖς πρώταις
11. ἡμέραις ἤδη σοι φράσω σαφῶς διὰ βραχέων. ὁπόταν
12. ἀῤῥωστία τῆς καθεκτικῆς τοῦ ζώου δυνάμεως εἰς ταὐτὸν
13. ἀφίκηται λεπτότητι χυμῶν ἅμα θερμῷ πυρετῷ, διὰ μὲν τὴν
14. ἀῤῥωστίαν ἀποκρίνεταί τι συνεχῶς ἀόρατον ὑπὸ σμικρότητος
15. ἔξω τοῦ δέρματος ὡσανεὶ λεπτομερῶν ἀποῤῥεόντων
16. χυμῶν, ὁ δὲ πυρετὸς ἔτι δὴ καὶ μᾶλλον ἐκδαπανᾷ μὲν
17. τοὺς λεπτοτάτους χυμοὺς, ἐπιλεπτύνει δὲ τοὺς ἧττον τοιούτους,
18. ὡς μὴ διαλείπειν τὴν κένωσιν, ἀλλ’ ἐοικέναι συνεχέσιν
1. ἐμέτοις ἢ διαῤῥοίαις γαστρὸς ἢ τῇ δι’ οὔρων ἀμέτρῳ κενώσει.
2. πλὴν ἐκεῖναι μὲν αἱ κενώσεις αἰσθηταὶ καὶ ταύτῃ διαφέρουσιν.
3. ἣν δὲ νῦν ἐγὼ διηγησάμην διὰ λεπτότητα τῶν
4. κενουμένων ἀόρατός ἐστιν. οὔκουν οὐδὲ συνέστη ποτὲ τὸ
5. τοιοῦτον πρόσωπον ἐπὶ φλεγματώδει νοσήματι, καθάπερ
6. οὐδ’ ἐπὶ πληθωρικῷ διὰ πλεονεξίαν αἵματος, ἀλλ’ ἔνδειάν
7. τε μᾶλλον εἶναι δεῖ κατὰ τὸ σῶμα καὶ κόπους τινὰς προηγεῖσθαι
8. καὶ φροντίδας. ἐπὶ τοιούτῳ γὰρ ἀθροίζεται χυμὸς
9. πικρόχολος. εἰ δὲ καὶ τὸ χωρίον εἴη θερμὸν καὶ ἡ ὥρα
10. τοῦ ἔτους θερινὴ καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρὰ, τότε
11. δὴ καὶ μᾶλλον ἕτοιμον ἁλῶναι τοιαύτῃ διαθέσει, καὶ πολὺ
12. μᾶλλον, εἰ χολωδέστερος ὁ ἄνθρωπος εἴη φύσει. καὶ μὴν καὶ
13. ῥᾳδίως ἔνιοι διαφοροῦνταί τε καὶ διαπνέονται καὶ οἱ τὸ
14. στόμα τῆς γαστρὸς ἔχοντες ἀσθενές. ἅπερ εἰ καὶ αὐτὰ
15. συνέλθοι τοῖς προειρημένοις ἑτοιμότατον, ἁλῶναι τὸ τοιοῦτον
16. σῶμα τῇ τὸ νεκρῶδες πρόσωπον ἐργαζομένῃ διαθέσει.
17. τοῦτ’ οὖν γινώσκων τις οὐκ εἰς πρόγνωσιν μόνον, ἀλλὰ καὶ
18. εἰς θεραπείας εὕρεσιν ὁδηγήσεται σκοπὸν ἔχων στηρίζειν
1. τὴν δύναμιν εὐστομάχοις τροφαῖς. ἀλλὰ τοῦτο μὲν ὡς ὁδοῦ
2. τι πάρεργον οὐ σμικρὸν εἰρήσθω. περὶ δὲ τῶν ἔξωθεν αἰτίων
3. ἐπισκεπτέον ἀκριβέστερον. ἔστι δὲ ὧν μὲν αὐτὸς ὀνομαστὶ
4. ἐμνημόνευσε, λιμὸς, ἀγρυπνία καὶ διάῤῥοια. προσθεῖναι
5. δ’ ἔξεστί σοι καὶ τὰ τούτοις ὅμοια, κένωσιν ἄμετρον
6. αἵματος ἐκ ῥινῶν ἢ μήτρας ἢ αἱμοῤῥοΐδος ἢ τραύματος ἢ
7. ὁπωσοῦν ἑτέρως. ἔτι τε λύπην σφοδρὰν, ἐφ’ αἷς
8. τισιν αἰτίαις συστῇ. τάχα δ’ εὔλογον ταύτην ὑπολαμβάνειν
9. εἰρῆσθαι δυνάμει πρὸς Ἱπποκράτους ἐν τῷ τῆς ἀγρυπνίας
10. λόγῳ. γίνεται μὲν γὰρ καὶ δι’ ἄλλας αἰτίας ἀγρυπνία, γίνεται
11. μὲν δὴ καὶ διὰ λύπην, ὡς ἐπὶ πλέον ἥκειν λύπης
12. ἀγρυπνίαν καὶ διὰ τοῦτο περιέχειν αὐτὴν εἰκότως λεχθήσεται.
13. οὕτω δὲ καὶ ἡ γαστὴρ ἰσχυρῶς ὑπελθοῦσα παράδειγμά
14. σοι πάσης ἀμέτρου κενώσεως ἔστω. τῷ γε μὴν ἐπιμελῶς
15. τοῖς ἔργοις τῆς τέχνης ὡμιληκότι καὶ τρίβωνι
16. τῆς ἑκάστου τῶν πραγμάτων ἰδέας ἐμφαίνεται πολλάκις ἡ
17. ποιήσασα τὸ πρόσωπον τοιοῦτον αἰτία. δύσρητα δ’ αὐτῶν
18. ἐστι τὰ γνωρίσματα καὶ διὰ τοῦτο διδάσκειν αὐτὰ λόγῳ, κἂν
1. εἰδῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφίστανται. πρὸς ἡμῶν δ’
2. εἵρηται πάντα κατὰ τὰς οἰκείας πραγματείας, ὥστε καὶ σὺ
3. μαθὼν αὐτὰ δυνήσῃ ποτὲ καὶ αὐτὸς εἰσελθὼν πρὸς ἄῤῥωστον
4. ἀποφήνασθαι περὶ τῆς τὸ τοιοῦτον πρόσωπον ἐργασαμένης
5. αἰτίας, καὶ μᾶλλον εἰ καὶ προηγησαμένην ἅπασαν
6. δίαιταν εἰδείης τοῦ κάμνοντος, ἐπεσκεμμένος δ’ ἔτι περὶ
7. τῆς κράσεως εἴης αὐτοῦ, καὶ πολὺ μᾶλλον, εἰ καὶ τῆς τῶν
8. ἀρτηριῶν κινήσεως ἐμπειρίαν ἔχοις, ἔτι τε τῆς τοῦ πυρετοῦ
9. ποιότητος. ὑποκείσθω γάρ τις ἕνεκα παραδείγματος ὥρᾳ
10. θέρους ἐν καταστάσει θερμῇ καὶ ξηρᾷ χολώδης φύσει νεανίσκος
11. ἐκ ταλαιπωρίας τε καὶ ἐνδείας καὶ λύπης ἠργμένος
12. νοσεῖν. ἔστω δὲ αὐτοῦ καὶ ἡ θερμασία δάκνουσα σφοδρῶς
13. τὴν ἁφὴν ἡμῶν, τὸ δ’ οὖρον χολῶδες, ὅ τε σφυγμὸς
14. ἀῤῥωστίαν δυνάμεως ἐνδεικνύμενος, ὑπόπτευσον τὸν τοιοῦτον
15. ἐν τῇ προκειμένῃ κατὰ τὸν λόγον τόνδε γενήσεσθαι καταστάσει,
16. δι’ ἣν τὸ πρόσωπον νεκρῶδες ἐν τάχει ἕξει, μὴ
17. φθάνον γε προσηκόντως τρέφεσθαι. μὴ τοίνυν ἔστω ταῦτα
18. περὶ τὸν κάμνοντα μήτε προγεγονότα μήτε κατὰ τὴν πρώτην
1. καὶ δευτέραν ἡμέραν πεφηνότα. τῇ τρίτῃ δ’ ἀφικομένῳ
2. σοι φαινέσθω τὸ πρόσωπον, οἷον εἴρηται νῦν ὑφ’ Ἱπποκράτους.
3. ἴσθι τοῦτον ἐπί τινι τῶν ἔξωθεν αἰτίων οὕτω
4. πεπονθέναι. διάσκεψαι οὖν παρὰ σαυτῷ τί ποτε μᾶλλον
5. αὐτῷ ἐνδέχεται γεγονέναι, πότερον ἔκκρισίν τινα πολλὴν ἢ
6. ἀγρυπνίαν. ἐπ’ ἐνδείᾳ μὲν γὰρ οὐδ’ ἂν ἐγένετο τοιοῦτον
7. ἀθρόως, ἄνευ τοῦ τά τε προηγησάμενα τῆς νόσου τοιαῦτα
8. ὑπάρχειν, οἷα λέλεκται, καὶ τὴν φύσιν εἶναι τοιοῦτον οἷος
9. εἴρηται. εἰ μὲν οὖν κατὰ τὴν προτεραίαν αὐτὸς ἑωρακὼς
10. εἴης αὐτὸν, οὐδ’ ἂν ἔλαθέ σε μέλλουσα γενήσεσθαι πολλή
11. τις ἔκκρισις αὐτομάτη. βεβαιότατα γὰρ αὐτῆς ἐστι τὰ γνωρίσματα
12. καὶ λέλεκται πρὸς ἡμῶν ἔν τε τοῖς περὶ κρίσεων
13. ὑπομνήμασι καὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ὥστε
14. ἔξεστί σοι παραχρῆμα θεασαμένῳ τὸν ἅνθρωπον ἀποφήνασθαι
15. σφοδρὰν ἀγρυπνίαν γεγονέναι. καὶ γὰρ δὴ καὶ τοὺς
16. ὀφθαλμοὺς αὐτοῦ θεάσῃ ξηροὺς ἱκανῶς ἐπὶ ταῖς ἀμέτροις
17. αἰσθηταῖς κενώσεσιν οὐ γινομένους τοιούτους ὥσπερ ἐπ’
18. ἀγρυπνίᾳ. ὄψει δὲ καὶ τὰ βλέφαρα δυσχερῶς ἀνατεινόμενα
1. καὶ τοιαύτην ἔχοντα τὴν ἰδέαν ἐν τῷ καταφέρεσθαι καὶ
2. ἀστήρικτα ὑπάρχειν, οἷα τοῖς κωματώδεσι γίγνεται. καὶ μὲν
3. δὴ καὶ πρῶτόν σοι τότε φαινομένου τοῦ κάμνοντος, ἔμπροσθεν
4. δὲ οὐδ’ ὅλως ἑωραμένου, τά τε τοιαῦτα γνωρίσματα
5. καὶ τὰ τῶν σφυγμῶν ἐνδείξεταί τινα διάκρισιν. ἐπὶ μὲν
6. ἀμέτροις ἐκκρίσεσι σώζοντός τι κἂν ὀλίγον ἐστὶ γνώρισμα
7. τῆς ἰδέας τοῦ δηλοῦντος αὐτὰς, ἐπὶ δὲ ταῖς ἀγρυπνίαις
8. χορδῆς τεταμένης ἔμφασιν ἔχοντος. τῷ δ’ ἐξ ἐνδείας μόνης
9. εἰς τὴν εἰρημένην τοῦ προσώπου διάθεσιν ἀφικομένῳ,
10. τῶν εἰρημένων γνωρισμάτων οὐδέτερα πάρεστιν, οὔτε τὰ
11. τῆς ἐκκρίσεως οὔτε τὰ τῆς ἀγρυπνίας, ὥστε ἐκ συμβεβηκότων
12. μᾶλλον ἤπερ ἐξ οἰκείων σημείων ἐπ’ ἐκείνων
13. ἡ πρόγνωσις ἔσται σοι τοῦ δι’ ἔνδειαν τροφῆς εἰς τοιαύτην
14. αὐτὸν ἦχθαι διάθεσιν. ἔτι δὲ μᾶλλον ἐὰν ὁ πυρετὸς τὴν
15. ἰδιότητα τῆς διαφορητικῆς θερμασίας ἀκριβῶς ἐπισκεπτομένῳ
16. σοι μὴ προσβάλλῃ, ὡς ἐάν γε φαίνηται τοιαύτη, δι’
17. ἐκείνην μᾶλλον ἤ τι τῶν ἔξωθεν ὑποπτεύειν ἰσχνὸν οὕτω
18. γεγονέναι τὸ πρόσωπον. χρονίζειν δὲ προσῆκεν ἁπτόμενον
1. ὅλην τὴν χεῖρα περιβάλλοντα μὴ τῷ καρπῷ μόνῳ τοῦ κάμνοντος,
2. ἀλλὰ καὶ τοῖς ἀνωτέρω μορίοις ἀκριβῶς προσέχοντα
3. τὸν νοῦν, εἰ μὴ δριμεῖα μόνον ἐστὶν, ἀλλὰ συναναφέρει πολλὴν
4. οὐσίαν ἅμα ἑαυτῇ σωματοειδῆ, καθάπερ τινὰ φλόγα
5. διεξερχομένην, τό τε δέρμα τῆς σῆς χειρὸς ᾗ ψαύεις τοῦ
6. κάμνοντος δέρματος, ἐγκαταβαίνουσάν τε σαφῶς τῷ βάθει.
7. τοιοῦτοι γάρ εἰσιν οἱ τὸ προειρημένον πρόσωπον ἐργαζόμενοι
8. πυρετοί. ταῦτα δ’, ὡς ἔφην, δύσρητα μέν ἐστιν, οὐ μὴν
9. ἄῤῥητά γε παντάπασιν οὐδὲ δυσδιάγνωστα τοῖς γυμνασθεῖσιν
10. ἀμφ’ αὐτά. καὶ πολλάκις ὑπ’ ἐμοῦ τεθεαμένοις τὰ
11. τοιαῦτα προλεγόμενα πάντα πολύ τε μᾶλλον ἀσκοῦσι γνωρίζειν
12. ἐπὶ τῶν ἔργων ἃ διὰ τῶν προγνωστικῶν ἐδιδάχθησαν
13. πραγματειῶν. ἐκ μὲν τοῦ θεάσασθαι τὰ προλεγόμενα
14. τὸ δυνατὸν αὐτῶν ἔργῳ μεμαθηκότες, οὐ προαπογινώσκοντες
15. δὲ ἃ ἐν ἀρχῇ φαίνεται δυσδιάγνωστα. διδύμους γὰρ
16. ἀδελφοὺς ὁμοιοτάτους ἅπαξ ἢ δὶς θεασάμενος οὐ διαγινώσκει
17. τις, τῶν δ’ οἰκείων οὐδεὶς ἀγνοεῖ. ταῦτα μὲν οὖν εἰρήσθω
1. μοι προτροπῆς ἕνεκα τῶν νέων καὶ μᾶλλον ὅσοι μὴ
2. τεθέανται προλεγόμενα τὰ τοιαῦτα πάνθ’ ὑφ’ ἡμῶν. οὐ
3. γὰρ μόνον ἀγρυπνίαν ἔχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὅτι διὰ λύπην
4. ἐπὶ τῷδέ τινι γεγενημένην. οὐδὲ γὰρ ὁ Ἐρασίστρατος
5. ἰδὼν κορώνας πετομένας ἢ κόρακας ἐφώρασε τὸν ἔρωτα
6. τοῦ νεανίσκου, οὐ μὴν οὐδ’, ὥς τινες ἔγραψαν, ἐρωτικὸν
7. σφυζουσῶν ᾔσθετο τῶν ἀρτηριῶν τοῦ νεανίσκου. οὐδεὶς γάρ
8. ἐστι σφυγμὸς ἴδιος ἔρωτος ἐξαίρετος, ἀλλ’ ὥσπερ κἀμοί
9. ποτε ἐφάνη τῷ καρπῷ μὲν ἐπιβεβληκότι τοῦ νοσοῦντος τὴν
10. χεῖρα, γυναικὸς δέ τινος ὀφθείσης τῶν κατὰ τὴν οἰκίαν,
11. αὐτίκα μέντοι ἀνώμαλός τε καὶ ἄτακτος γινόμενος, ὀλίγῳ δὲ
12. ὕστερον εἰς τὸ κατὰ φύσιν ἐπανελθὼν ἅμα τῷ διαχωρῆσαι
13. τὴν ὀφθεῖσαν. ὁ γὰρ οὕτω τρεπόμενος σφυγμὸς κοινὸν
14. ἐνδείκνυται ταραχῶδές τι πάθος ἐν τῇ τοῦ κάμνοντος γεγονέναι
15. ψυχῇ. τὸ δὲ ταραχῶδες τοῦτο διακρίνειν προσήκει,
16. διὰ τῶν ἅμα τούτῳ λεγομένων ἢ ὁρωμένων. καὶ γὰρ αὖ
17. καὶ λεγομένων τινῶν εἰς ἀνωμαλίαν οἱ σφυγμοὶ τρέπονται,
1. τῶν ἀῤῥώστων ταραττομένων ἐφ’ οἷς ἤκουσαν. ἀλλὰ περὶ
2. μὲν τούτων ἰδίᾳ μοι γέγραπται κατὰ μίαν πραγματείαν, ἣ
3. περὶ τοῦ προγινώσκειν ἐπιγέγραπται, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον
4. ἐπανίωμεν. ἦν δὲ τὸ προκείμενον ὅτι πολλὰ τῶν
5. προγεγονότων τε καὶ παρόντων ἰατρὸς δύναται παρὰ τοῖς
6. κάμνουσι λέγων θαυμάζεσθαι, καθάπερ καὶ τὰ νῦν προκείμενα
7. κατὰ τὸν νῦν λόγον, ἀγρυπνίαν, διάῤῥοιαν, λιμόν.
8. ἐνίοτε δὲ τὸ μὲν ἓν ἐξ αὐτῶν ἀφωρισμένως εἰπεῖν δύσκολον
9. γίνεται. ὅτι δὲ ἐκ τῶν δυοῖν θάτερον ἢ ἐκ τῶν τριῶν γε
10. πάντως ἕν τι δυνατὸν ἔσται βεβαίως προγνῶναι. φέρει δὲ
11. καὶ τοῦτο παρὰ τοῖς ἀκούσασιν ἔπαινον, ἐν ἐπερωτήσει τῆς
12. προγνώσεως γινομένης ᾧδέ πως. ἆρά γε δι’ ἀγρυπνίαν σφοδρὰν
13. ἢ ἔνδειαν τροφῆς οὕτω λελέπτυνται; πολλάκις μὲν γὰρ
14. ὁμολογοῦσιν ἀμφότερα καὶ θαυμάζουσι διττῶς τὸν ἰατρὸν,
15. ἐνίοτε δὲ τὸ ἕτερον αὐτῶν ἀποκρίνονται θαυμάζοντες ἔτι
16. καὶ οὕτω. τοῦτ’ οὖν ἐστι τὸ πρὸς Ἱπποκράτους
17. εἰρημένον. ἐπανερέσθαι δὲ μὴ ἠγρύπνησεν ὁ ἄνθρωπος ἢ
18. πολλὰ διεχώρησεν ἢ λιμώττει. εἶτα τί φησι; καὶ ἢν μέν
1. τι τουτέων ὁμολογέῃ, ἧσσον δεινὸν εἷναι νομίζειν δεόντως.
2. βέλτιον μὲν γὰρ ἦν οὕτως ἰσχυρὰν εἶναι τὴν δύναμιν, ὡς
3. ὑπὸ μηδενὸς τῶν ἔξωθεν αἰτίων νικᾶσθαι. ἧττον
4. μέντοι δεινὸν, εἰ διά τι τούτων καὶ μὴ διὰ τὴν τοῦ νοσήματος
5. κακοήθειαν ἡ τοσαύτη γίνεται σύντηξις. ἀλλ’ ἐπειδὴ
6. δυνατόν ἐστιν ἄμφω συνελθεῖν, αἰτίαν τέ τινα τῶν ἔξωθεν,
7. ὡς εἴρηται, λυποῦσαν τὸ σῶμα καὶ πυρετὸν συντηκτικὸν, ὁ
8. διορισμός σοι γινέσθω διὰ τῆς ἐπιούσης ἡμέρας τε καὶ νυκτός.
9. εἰ μὲν γὰρ ἀπὸ μόνης τῆς ἔξωθεν αἰτίας εἴη γεγονὸς
10. οἷον εἴρηται τὸ πρόσωπον, ἐπανορθώσεως ἐν ἡμέρᾳ καὶ νυκτὶ
11. τεύξεται· εἰ δὲ ἀπὸ τῆς ἐν τῷ σώματι διαθέσεως, ἤτοι
12. μενεῖ τοιοῦτον ἢ καὶ χεῖρον ἔσται. ταυτὶ μὲν οὖν ἅπαντα
13. φαίνεται δεόντως εἰρῆσθαι τῷ Ἱπποκράτει. διὰ τί δὲ εἶπεν,
14. ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τοιοῦτον τὸ πρόσωπον
15. ᾖ καὶ μή πω οἶόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι,
16. ἐφεξῆς σκεψώμεθα. δυοῖν γὰρ θάτερον, ἢ ὡς οὐ γινομένων
17. αὐτῶν ἐν ἀρχαῖς ἢ ὡς οὐδὲν βέβαιον δηλούντων,
18. οὐχ οἷόν τέ ἐστι χρῆσθαι τοῖς τοιούτοις σημείοις εἰς τοὺς
1. τῶν ἀμφιβόλων διορισμούς. ἐγὼ τοίνυν φημὶ μήτε γίγνεσθαι
2. διὰ παντὸς ταῦτα μήτ’ εἰ γίγνοιτο βέβαιον δηλοῦν.
3. ὅ τι δὲ τοῦτο οὕτως ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν διδάξω
4. διὰ τῆς ἐχομένης ῥήσεως ταύτης.