Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.1, ed. Kühn, 1830, vol. 18b, p. 110-114. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ

ΥΠΟΜΝΗΜΑ Β.


2. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημέτων πάντες
3. κακοί. οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί
4. τέ εἰσι κάρτα καὶ θανατώδεες. ἄρχονται δὲ οἱ πλεῖστοι
5. μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ
6. τοῦ ἥπατος.

8. Κατὰ μὲν τὴν ἀρχὴν τοῦ συγγράμματος αὐτὸς ἔφη,
9. σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖς ὀξέσι νοσήμασι, πρῶτον μὲν
1. τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων.
2. ὅθεν ἔνιοί φασιν οὐ περὶ τοῦ νεκρώδους προσώπου
3. μόνον ὡς ἐν ὀξεῖ νοσήματι, ἀλλὰ περὶ τῶν ἑξῆς ἁπάντων
4. γεγονέναι τὸν λόγον αὐτῷ, μηδὲ τὸ κατὰ τὴν τελευτὴν
5. τοῦ συγγράμματος εἰρημένον ἀναγνόντες ἔνθα φησί· ταῦτα
6. δὲ λέγω περὶ τῶν ὀξέων· νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται.
7. καὶ μέντοι καὶ φαίνεται περί τε τῶν ἐμπυημάτων
8. εἰρηκὼς ἔμπροσθεν οὐ μόνον ἐκείνων ὅσα κατὰ τὴν εἰκοστὴν
9. ἡμέραν ῥήγνυσθαι πέφυκεν, ἀλλὰ καὶ τῶν εἰς τὴν
10. τριακοστήν τε καὶ τεσσαρακοστὴν καὶ ἑξηκοστὴν ἀφικομένων,
11. ἔτι τε πρόσθεν ὑπὲρ τῶν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας
12. ἐκτεινομένων νοσημάτων, ἔνθα φησίν· εὔπνοιαν δὲ χρὴ κάρτα
13. νομίζειν μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, ἐν ἅπασι τοῖσιν
14. ὀξέσι νουσήμασι, ὁκόσα σὺν πυρετοῖς τέ ἐστι καὶ ἐν
15. τεσσαράκοντα ἡμέρῃσι κρίνεται. καὶ νῦν ἄντικρυς εἷπεν,
16. οὐ περὶ πάντων ὑδρώπων ποιούμενος τὸν λόγον, ἀλλ’ ὅσοι
17. περ ἂν αὐτῶν ἐκ τῶν ὀξέων νοσημάτων γένωνται. καὶ περὶ
18. μὲν τῶν ἐμπύων τε καὶ φθινωδῶν καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ
1. καὶ πρὸς τούτοις ἔτι καὶ περὶ τεταρταίων ὁμολογουμένων
2. καὶ τούτων χρονίων νοσημάτων. οἱ γοῦν ἐκ τῶν ὀξέων νοσημάτων
3. ὕδρωπες ὅτι πάντες εἰσὶ κακοὶ μήτε τὸν πυρετὸν
4. παύοντες. ὀδυνηροί τε διαμένοντες, αὐτὸς εἶπεν. ἐδίδαξε δὲ
5. καὶ τὰς γενέσεις αὐτῶν, ἥπατος μὲν ἄντικρυς ὀνομαστὶ μνημονεύσας,
6. ἑνὶ δὲ κοινῷ λόγῳ τῶν ἐν τοῖς κενεῶσι μορίων,
7. ἅπερ ἐστὶ νῆστις καὶ μεσεντέριον, ἔντερά τε λεπτά. προσαγορεύειν
8. γὰρ εἰκός ἐστιν αὐτὸν ἐκεῖνα τὰ μόρια κενεῶνας,
9. ὅσα μεταξὺ τῆς τε τοῦ θώρακος ἐσχάτης πλευρᾶς ἐστι καὶ
10. τοῦ τῆς λαγόνος ὀστοῦ. καὶ γάρ τοι καὶ κενὸν ἅπαν
11. φαίνεται τοῦτο τὸ χωρίον, εἰ παραβάλλοις αὐτὸ τοῖς ἄνωθεν
12. αὐτοῦ μέρεσι καὶ κάτωθεν ὀστώδεσιν ὑπάρχουσιν ἀμφοτέροις.
13. ἔστι δὲ καὶ λαπαρὸν ἅπαν τοῦτο τὸ μόριον, ὅταν
14. γε μὴ πρὸ ὀλίγου τις ἐμπεπλησμένος ᾖ σιτίων τε καὶ ποτῶν.
15. καί μοι δοκεῖ καὶ ὁ ποιητὴς αὐτὰ ταῦτα τὰ μόρια
16. τοῦ σώματος ὀνομάζειν λαπάρας. ὑδρώπων μὲν οὖν ἁπάντων
17. ἡ κοινὴ γένεσις ἀποτυχία τοῦ τῆς αἱματώσεως ἔργου
1. γίνεται. καθάπερ γὰρ καὶ ἐν γαστρὶ πέττεται τὰ σιτία,
2. κατὰ τὸν αὐτὸν τρόπον ἐν ἥπατι καὶ φλεψὶν ἡ ἐν τῇ κοιλίᾳ
3. προπεφθεῖσα τροφή. καὶ μέντοι καὶ ὡς ἐν τῇ κοιλίᾳ
4. ποτὲ μὲν ἧττον ἀποτυγχάνεται τὸ τῆς πέψεως ἔργον, ἔστιν
5. ὅτε δὲ μᾶλλον, οὕτω κἀν τῷ ἥπατι. πάσχει γὰρ τὸ ἧπαρ
6. ἐνίοτε μὲν αὑτὸ καθ’ αὐτὸ πρῶτον, ὥσπερ καὶ ἡ γαστὴρ,
7. ἐνίοτε δὲ κατὰ συμπάθειαν ἑτέρων μορίων. εὔδηλον οὖν ὅτι
8. τὰ πάντα συμπαθοῦντα ἀλλήλοις ἢ τῷ γειτνιᾷν ἢ τῷ κοινωνίαν
9. ἔχειν μεγάλην κατὰ τὰ ἀγγεῖα καὶ νεῦρα πάσχει. οὕτω
10. τοίνυν καὶ τὸ ἧπαρ διά τε φλεβῶν μεγάλων συνῆφθαι φαίνεται
11. καὶ σπληνὶ καὶ γαστρὶ καὶ ἐντέροις, ἥ τε θέσις αὐτῶν
12. οὕτω πλησίον ὡς ἔνια μὲν ἅπτεσθαι, τινὰ δὲ ὀλίγου
13. δεῖν ψαύειν αὐτοῦ. σπληνὸς μὲν οὖν οὐκ ἐμνημόνευσεν ὁ
14. Ἱπποκράτης, ἐπειδὴ περὶ τῶν ὀξέων νοσημάτων ὁ λόγος ἦν
15. αὐτῷ. φαίνεται δὲ τοῦτο τὸ σπλάγχνον, ὅταν ἐν χρονίοις
16. νοσήμασι σκιῤῥώδη λάβῃ διάθεσιν, εἰς συμπάθειάν τε τὸ
17. ἧπαρ ἄγειν, ὑδέρους τε δι’ ἐκείνου μέσου τῷ παντὶ σώματι
18. κατασκευάζειν. ἥπατος δὲ καὶ τῶν κενεώνων μέμνηται καὶ
1. διδάσκει τὰς διαφορὰς τῶν ἐπ’ αὐτῶν γινομένων ὑδέρων,
2. ὡς διὰ τῆς ἑξῆς λέξεως ἔσται δῆλον.

Cliquer un n° de page pour en afficher l’image