2. Ὄρχεις δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει
3. καὶ κίνδυνον θανατώδεα.
5. Φαίνεται τοῖς ὀδυνωμένοις ἀνασπώμενα ταῦτα τὰ μόρια,
6. καθάπερ καὶ τοῖς ἀποθνήσκουσι, καὶ λόγον ἔχει. νεκρουμένης
7. γὰρ ἤδη τῆς ζωτικῆς δυνάμεως καὶ διὰ τοῦτ’
8. αὐτὸ ἀποτείνεσθαι μέχρι τῶν περάτων τοῦ σώματος ἀδυνατούσης,
9. ὀκλαζούσης δὲ καὶ ἐπὶ τὴν ἑαυτῆς ἀρχὴν συναγομένης,
10. ἀναγκαῖόν ἐστιν ἕπεσθαι καὶ τὰ μόρια τῇ δυνάμει
11. καὶ συνέρχεσθαί τε καὶ συνάπτεσθαι πρὸς τὰ μέσα τοῦ
12. σώματος. ὅτι δὲ καὶ οἱ πόνοι συστολὴν ἐργάζονται τῆς δυνάμεως
13. εἰς ἑαυτὴν ἐμάθομεν ἤδη πολλάκις, ὥστε εἰκότως
14. καὶ δι’ ἐκείνους ἀνασπᾶσθαι τὰ μόρια πρὸς τὴν ἀρχήν.