17. Περὶ δὲ ὕπνων, ὥσπερ καὶ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι,
18. τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν.
1. ἢν δέ εἴη τοῦτο μεταβεβλημένον, κάκιον. ἥκιστα δ’
2. ἂν λυπέοιτο, εἰ κοιμῶτο τὸ πρωῒ ἐς τὸ τρίτον μέρος τῆς
3. ἡμέρης. οἱ δ’ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί
4. εἰσιν.
6. Οὐ μόνον ὀρθῶς ἀπεφήνατο περὶ τῶν κατὰ τοὺς ὕπνους
7. σημείων, ἀλλὰ καὶ τὴν αἰτίαν προσέθηκεν αὐτοῖς, εἰς μὲν τὸ
8. κατὰ φύσιν ἀναφέρων ὅσα χρηστὰ, τὰ δὲ ἐναντία διότι
9. παρὰ φύσιν εἰσὶ, διὰ τοῦτο μεμψάμενος. οὕτω δὲ καὶ κατὰ
10. τὸ ἔθος ἔχει. τὸ μὲν γὰρ σύνηθες ἀγαθὸν, τὸ δὲ ἀσύνηθες
11. μοχθηρόν. ἀλλ’ ἐπὶ τῶν Ἱπποκράτους χρόνων οὐκ
12. ἄλλο μὲν ἦν τὸ κατὰ φύσιν, ἄλλο δὲ τὰ ἔθη, νυνὶ δ’ ἔμπαλιν
13. οἱ πλούσιοι δρῶσιν ἐν ἄλλοις τέ τισι καὶ κατὰ τοὺς
14. ὕπνους, τῆς μὲν ἡμέρας κοιμώμενοι, νύκτωρ δὲ ἐγρηγορότες.
15. ἐπὶ τούτων οὖν ὡς ἂν παρὰ φύσιν εἰθισμένων ζῇν οὐκ
16. ἀληθής ἐστιν ἡ εἰρημένη πρὸς Ἱπποκράτους διδασκαλία.
17. κυριώτερον γὰρ ἔν γε τοῖς νῦν χρόνοις ἐστὶ τὸ ἔθος τῆς
1. φύσεως, οὐκ ἐπὶ τῶν πλουσίων γυναικῶν μόνον, ἀλλὰ καὶ
2. ἀνδρῶν οὐκ ὀλίγων.