5. Κάκιστον δὲ μὴ κοιμᾶσθαι μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης·
6. ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνίη ἢ παραφροσύνη
7. ἔσται ἀπὸ τουτέου τοῦ σημείου.
9. Τὸ μήτε ἡμέρας μήτε νυκτὸς κοιμᾶσθαι τοῖς
10. κατατεινομένοις ὑπό τινος ὀδύνης τε καὶ πόνου γίνεται καὶ
11. τοῖς ἀρχομένοις παραφρονεῖν. ἀγρυπνίας γάρ ἐστι καὶ αὕτη
12. ποιητικὴ, διὰ ξηρότητα τῆς κατὰ τὸν ἐγκέφαλον κράσεως.