Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.13, ed. Kühn, 1830, vol. 18b, p. 130-133. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.13


15. Διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς
16. καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθος δὲ
17. πρὸς λόγον τῶν εἰσιόντων. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου
18. ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν.

1. Ἀπὸ συστάσεως καὶ ποσότητος καὶ χρόνου, καθ’ ὃν
2. ἐκκρίνεται τὰ διαχωρήματα, τὴν διάγνωσιν ἐποιήσατο τῶν
3. ἀρίστων διαχωρημάτων, οὐ μὴν τῶν γε κακίστων ἀπὸ τούτων
4. μόνων, ἀλλὰ προσέθηκεν αὐτοῖς τά τε ἀπὸ τῆς χρόας
5. γνωρίσματα καὶ τὰ ἀπὸ τῆς ὀσμῆς ἔτι τε πρὸς τούτοις
6. τοῦ κατὰ τὴν ἀπόκρισιν συνεζευγμένου ψόφου. σύστασιν
7. μὲν οὖν ἔχει τὴν κατὰ φύσιν, ὅσα μήτε σκληρὰ παντελῶς
8. ἐστιν ὡς λιθώδη μήθ’ ὑγρὰ τελέως ὡς δύνασθαι διαῤῥεῖν,
9. ἀλλὰ μέχρι τοσούτου μαλακὰ μέχρι τοῦ μένειν ἔτι συνεστῶτα·
10. ἔστω δ’ αὐτῶν καὶ τὸ πλῆθος ἀνάλογον τῶν ἐδηδεσμένων
11. καὶ ὁ χρόνος ἐν ᾧ κενοῦνται συνήθης τῷ κάμνοντι.
12. προσκείσθω δὲ ὅτι καὶ ἡ χροιὰ καὶ ἡ ὀσμὴ φυλαττέσθω
13. τῶν κατὰ φύσιν, ἅπερ αὐτὸς ὁ Ἱπποκράτης οὐ
14. προσέγραψεν ὡς ἐξ ὧν εἶπε παρὰ φύσιν ἐπινοῆσαί σοι δυναμένῳ
15. καὶ ταῦτα, σύνηθες γὰρ αὐτῷ τοῦτο πολλάκις ἐδείξαμεν
16. ὂν ἐκ τῶν ἐναντίων ἐνδείκνυσθαι τὰ ἐναντία, παραλείποντι
17. τὰς προσηγορίας αὐτῶν. ὑγιαίνειν δὲ τὴν κάτω
18. κοιλίαν εἶπεν, ὡς πρὸς τὸν θώρακα παραβάλλων, ἵνα ἀκούσωμεν
1. αὐτήν τε τὴν γαστέρα καὶ τὴν νῆστιν ἅμα τῷ μετ’
2. αὐτὴν ἐντέρῳ παντὶ κάτω κοιλίην. οὐ μὴν εὐθέως παρὰ
3. φύσιν ἔχειν αὐτὴν ἐνδείξεται τἀναντία διαχωρήματα. τοῦτο
4. γὰρ οὔτ’ αὐτὸς εἶπεν οὔτ’ ἄλλως ἀληθές· ἐγχωρεῖ γοῦν
5. ὑγιαίνειν μὲν τὰ κατὰ τὴν κάτω κοιλίαν. ἤτοι δ’ ἐξ ἥπατος
6. ἢ σπληνὸς εἰς αὐτήν τι συῤῥέον ἀλλοιοῦν οὐ μόνον τὸ
7. χρῶμα τὸ κατὰ φύσιν, ἀλλὰ καὶ τὴν σύστασιν καὶ τὴν ὀσμὴν
8. τῶν διαχωρουμένων. ὑπαλλαχθήσεται δ’ ἐνίοτε καὶ τὸ πλῆθος
9. αὐτῶν ἐπιμιξίᾳ τῶν καταῤῥεόντων ὑγρῶν, οὐ φυλαχθήσεται
10. δὲ οὐδ’ ὁ συνήθης χρόνος τῆς ἀποκρίσεως. τὸ
11. μὲν οὖν ὁμοιότατον τῷ κατὰ φύσιν διαχωρήματι γνώρισμά
12. ἐστιν οὐ μόνον τοῦ τὴν κάτω κοιλίαν ὑγιαίνειν, ὅπερ εἶπεν
13. αὐτὸς, ἀλλὰ καὶ τοῦ μηδὲν ἐκ τῶν εἰρημένων σπλάγχνων
14. καταῤῥεῖν εἰς αὐτήν, τὸ δὲ παρὰ φύσιν ἔχον ἔσθ’ ὅτε μὲν
15. αὐτὰ μόνα τὰ κατὰ τὴν κοιλίαν ἐνδείκνυται πεπονθέναι,
16. πολλάκις δὲ καὶ τῶν ἄλλοθεν εἰς αὐτὴν συῤῥεόντων ἔχει
17. γνωρίσματα. καὶ πολυειδῆ γε ταῦτα τῷ τὸ ἧπαρ οὐ μόνον
18. ἑαυτοῦ τινα περιττώματα καὶ ἰχῶρας καὶ χυμοὺς παρὰ
1. φύσιν εἰς τὴν γαστέρα παραπέμπειν, ἀλλὰ καὶ τοῦ σώματος
2. ὅλου. συνάπτεται γὰρ ἡ γαστὴρ δι’ αὐτοῦ πᾶσι τοῖς τοῦ
3. ζώου μορίοις καὶ δέχεται δι’ ἐκείνου τὰ περιττώματα αὐτῶν,
4. ἐνίοτε μὲν ὡς ἀποσκήμματα τὸ σύμπαν ἐκκαθαίροντα
5. σῶμα, ἐνίοτε δὲ μορίου ἑνὸς ἢ δυοῖν ἢ πλειόνων ἅμα, πολλάκις
6. δὲ ὡς συμπτώματα δηλωτικὰ τῶν παθημάτων ἤτοι
7. τοῦ σύμπαντος σώματος ἢ μορίου τινὸς ἤ τινων. προσέχωμεν
8. τοίνυν ἐφεξῆς τοῖς λόγοις αὐτοῦ περὶ τούτων διδάσκουσιν.

Cliquer un n° de page pour en afficher l’image