11. Ἢν δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε
12. τρύζειν μήτε πυκνόν τι εἶναι καὶ κατ’ ὀλίγον ὑποχωρέειν.
13. κοπιῶν γὰρ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσεως
14. ἀγρυπνοίη ἄν. εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει,
15. κίνδυνος λειποθυμῆσαι.
1. Ὅτι μὲν διὰ τὸ μὴ γεγενῆσθαι τὴν ἐκ τῆς κοιλίας εἰς
2. ἧπαρ ἀνάδοσιν ἢ διὰ τὸ κατεῤῥυηκέναι τι τῶν ἐξ ἥπατος ἡ
3. σπληνὸς περιττωμάτων εἰς αὐτὴν, ὑγρὸν ἔσται τὸ διαχώρημα
4. πρόδηλον· ἀλλ’ ἐγχωρεῖ μὲν τὸ τοιοῦτον ἀγαθὸν μὲν ὑπάρχειν,
5. ἐὰν ἐκκαθαίρηται τὸ ἧπαρ ἢ ὁ σπλὴν καὶ τὸ σύμπαν
6. σῶμα δι’ ἥπατος. οὐκ ἀγαθὸν δ’, ὅταν ἐν συμπτώματος
7. λόγῳ γίνηται τῆς ἀναδόσεως ἀτυχηθείσης ἢ τῶν ἐξ ἥπατος
8. ἰόντων εἰς γαστέρα, διαθέσεως οὐκ ἀγαθῆς ἐχόντων γνωρίσματα.
9. διορισμὸς δὲ τούτων ἐστὶν, εἰ μή γε τρύζει. γέγραπται
10. δὲ καὶ μετὰ τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα τοὔνομα
11. καθ’ ἑκατέραν γραφὴν ἀπὸ τοῦ γινομένου ψόφου
12. πεποιημένον. ἔτι τε εἰ μὴ πυκνῶς καὶ κατ’ ὀλίγον διαχωροίη.
13. τὰ γὰρ οὕτω διαχωροῦντα συμπτώματος λόγον ἔχει,
14. τὰ δὲ διὰ χρόνου πλείονος ἀθροώτερα πολλάκις ἀγαθῆς
15. ἐκκρίσεως γνωρίσματά ἐστι, τῆς φύσεως ἀποτιθεμένης τὰ
16. περιττὰ κατὰ πλῆθος ἢ ποιότητα ἢ τὸ σύμπαν ζῶον ἢ ἕν
17. τι μόριον αὐτοῦ κενούσης ἢ καθαιρούσης. ὀνομάζω δὲ κένωσιν
1. τὴν τῶν οἰκείων, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. κάθαρσιν
2. δὲ τὴν τῶν ἀλλοτρίων κατὰ ποιότητα. συνακολουθεῖ
3. δὲ καὶ ἄλλα τινὰ τοῖς τοιούτοις διαχωρήμασιν, ὧν ἐμνημόνευσεν
4. ὁ Ἱπποκράτης εἰπών· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ
5. τῆς συνεχοῦς ἐξαναστασίοις ἀγρυπνοίη ἄν. καὶ μὲν δὴ καὶ
6. τὸ πολὺ πολλάκις ἐκκρίνειν ὡς καταλυτικὸν τῆς δυνάμεως
7. μέμφεται. καὶ γὰρ σπανίως ποτὲ γίνονται ἐκκρίσεις ἀγαθαὶ
8. τοιαῦται. τὸ γὰρ καταλύεσθαι τὴν δύναμιν οὐκ ἀγαθὸν ὂν
9. αὐταῖς συνέζευκται, καθάπερ καὶ ταῖς κριτικαῖς μὲν, ἀμέτροις
10. δ’ αἱμοῤῥαγίαις.