15. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης
16. τῆς νούσου.
1. Παχύνεται δηλονότι τὸ ὑδατῶδες καὶ λεπτὸν, οὐ τὸ
2. παχὺ καὶ σκληρόν. ὥστ’ ἂν εἴη ὁ λόγος αὐτῷ περὶ τῶν ἐξ
3. ἀρχῆς ὑγρὰ διαχωρούντων· ἴδιον δὲ τοῦτο βραχυλογίας παλαιᾶς
4. καὶ μάλιστα σύνηθες Ἱπποκράτους, τὸ διὰ τῶν ἀντικειμένων
5. ἐνίοτε συνενδείκνυσθαί τινα παραλείποντι μνημονεύειν
6. αὐτῶν ὀνομαστί.