2. Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην
3. εἶναι καὶ εὔογκον.
5. Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην ἢ πεπληρωμένην,
6. τὸ δ’ εὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον
7. ὑπὲρ τῶν ἐν αὐτῇ περιεχομένων διδάσκῃ, τὸ δὲ δεύτερον
8. ὑπὲρ αὐτῆς τῆς κοιλίας, ὡς εἰ καὶ οὕτως εἶπε. δεῖ
9. δὲ ἐν παντὶ νοσήματι συμμέτρως μέν κενὴν εἶναι τὴν κοιλίην,
10. εὔογκον δὲ κατὰ τὴν ἑαυτῆς οὐσίαν καὶ μὴ λεπτήν.