Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.2, ed. Kühn, 1830, vol. 18b, p. 114-116. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.2


5. Οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος
6. αἱ ἀρχαὶ γίνονται τῶν ὑδρώπων, οἵ τε πόδες οἰδέουσι
7. καὶ διάῤῥοιαι πολυχρόνιοι ἴσχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι
8. τὰς ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσφύος, οὔτε τὴν
9. γαστέρα λαπάσσουσαι.

11. Τὸ μὲν οὖν οἰδεῖν τοὺς πόδας ἁπάντων κοινὸν ὑδέρων·
12. ἀμέλει καὶ τοῖς ἐφ’ ἥπατι συνεδρεύειν αὐτό φησι. γινώσκομεν
13. δ’ ὅτι καὶ τοῖς ἐπὶ σπληνὶ καὶ ἁπλῶς ἅπασι τοῖς
14. ἄλλοις. τὸ δὲ τῆς διαῤῥοίας· ἴδιον ἐξαίρετόν ἐστι τοῖς ἐπὶ
15. κενεῶσιν ὑδέροις, ὅσοι τῆς νήστεως ἢ τοῦ μεσεντερίου
16. φλεγμαινόντων γίνονται. μάλιστα γὰρ δὴ τούτοις ἀκρατεῖς
17. αἱ φλέβες εἰσὶ, δι’ ὧν ἕλκει τὸ ἧπαρ εἰς αὑτὸ τὴν τροφὴν,
1. ὥστ’ οὔθ’ ὑπηρετεῖν τῷ σπλάγχνῳ πρὸς τὴν ἀνάδοσιν, οὔτε
2. μένειν ἐν τῇ νήστει καὶ τοῖς λεπτοῖς ἐντέροις τὴν τροφήν.
3. κἂν εἰ ἀῤῥωστοῦντα τύχῃ βαρυνόμενα πρὸς αὐτῆς, ὠθεῖ
4. κάτω παραχρῆμα πᾶσαν αὐτὴν, καὶ αὕτη τῆς διαῤῥοίας
5. αἰτία. καὶ δὴ καὶ διαφθείρεσθαι τὴν τροφὴν ἀθροίζεσθαί
6. τε πολὺ τὸ χολῶδες εἰκός ἐστι διὰ τὴν τῶν φλεγμαινόντων
7. μορίων θερμότητα. δῆξις οὖν οὐ σμικρὰ γίνεται διὰ ταῦτα
8. τοῖς ἐντέροις, ἐρεθίζουσα πρὸς τὴν ἀπόκρισιν τῶν περιεχομένων
9. ἐν αὐτοῖς, καὶ αὕτη πάλιν αἰτία δευτέρα τῆς διαῤῥοίας
10. ἐστίν. εἰκότως δ’ αὐτάς φησιν οὔτε τὰς ὀδύνας
11. παύειν οὔτε λαπάττειν, τουτέστι κενοῦν καὶ προστέλλειν τὰ
12. τῆς γαστρὸς οἰδήματα, δηλῶν κἀν τούτοις ὅτι μετ’
13. ὀδύνης ἐκκρίνουσιν, ὅτι τε τὸ ὑπογάστριον ὅλον αὐτοῖς εἰς
14. ὄγκον ἐξαίρεται. τὰς μὲν γὰρ ὀδύνας ἀναγκαῖόν ἐστι γίνεσθαι
15. διά τε τὰς φλεγμονὰς καὶ τὰς δήξεις. τὴν γαστέρα
16. δ’ ὅλην ἐξαίρεσθαι τῶν ἐντέρων πληρουμένων πνεύματος
17. φυσώδους, οὖ τὴν μὲν γένεσιν εὔλογόν ἐστιν ἕπεσθαι ταῖς
1. ἀπεψίαις. τὸ δὲ οὐ μένειν ἔνδον ἀῤῥωστίᾳ τῆς περισταλτικῆς
2. δυνάμεως τῶν ἐντέρων γίνεται.

Cliquer un n° de page pour en afficher l’image