13. Ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἢ ἐρυθρὸν ἰσχυρῶς ἢ
14. ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.
16. Τὸ μὲν οὖν ὑδαρὲς ἀπεψίας ἐστὶ σημεῖον, τὸ δὲ λευκὸν,
17. ὡς εἵρηται πρόσθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν
18. χολὴν ἐξ ἥπατος εἰς τὰ κατὰ γαστέρα χωρία, τὸ δὲ χλωρὸν
1. ἰσχυρῶς, ἐπειδὴ δύο σημαίνει τὸ χλωρὸν, ὡς καὶ τοῦτο
2. εἴρηται πρόσθεν, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων
3. τὴν ὠχρὰν χολὴν παμπόλλην μεμίχθαι δηλώσει, κατὰ δὲ τὸ
4. ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδες ποτὲ μὲν πνεῦμα φυσῶδες
5. ὑγρῷ δυσλύτῳ μεμίχθαι, ποτὲ δὲ θέρμης ἐστὶ πολλῆς σημεῖον.
6. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸς οὕτω γιγνομένων ἐν
7. μὲν τῇ θαλάσσῃ, διὰ τὰς τῶν ἀνέμων ἐμβολὰς, ἐπὶ δὲ τῶν
8. ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμασίαν.