Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.21, ed. Kühn, 1830, vol. 18b, p. 140-142. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.21


11. Ἔτι δὲ πονηρὸν καὶ σμικρόν τε ἐόν καὶ γλίσχρον καὶ λευκὸν
12. καὶ ὑπόχλωρον καὶ λεῖον.

14. Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάσκει διαχωρημάτων,
15. ἀμφοτέρων μὲν ὑπὸ συντήξεως γινομένων, διαφερόντων
16. δὲ καθ’ ὅσον ἡ μὲν μικρὰ καὶ γλίσχρα καὶ λευκὴ
17. διαχώρησις πιμελῆς τετηκυίας ὑπὸ πυρώδους μὲν θερμότητος,
1. οὐ μὴν κακοήθους γε σφοδρῶς γίνεται, ἡ δὲ ὑπόχλωρος
2. καὶ λεία πιμελῆς μέν ἐστι καὶ ἥδε συντετηκυίας,
3. ἀλλ’ ἤτοι διὰ θερμασίαν ἢ αὐτῆς τῆς πιμελῆς παλαιᾶς τε
4. καὶ οἷον ἡμισαποῦς ὑπαρχούσης. ὁρᾶται γοῦν κἀκτὸς οὐχ
5. ἡ πιμελὴ μόνον, ἀλλὰ καὶ τὸ στέαρ μεταβάλλοντα ἐν τῷ
6. χρόνῳ τὸ πρόσθεν ἑαυτῶν χρῶμα καὶ σαφῶς ὑπόχλωρα γινόμενα.
7. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆς ἰώδους χολῆς εἴη
8. γεγενημένον, ἔστι γὰρ, ὡς ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆς
9. χλωρᾶς φωνῆς σημαινόμενον, ἰσχυρᾶς συντήξεως ἔσται σημεῖον.
10. λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ
11. σώματος ἢ διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥστε μηδὲν αὐτοῦ
12. διαπεφευγέναι μέρος τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν
13. ἢ διὰ ἰσχυρὰν σύντηξιν, ὡς μηδὲν ἐνταῦθα μόριον τῆς ὕλης
14. ἀπαθὲς ὑπολειφθῆναι. ὥσπερ οὖν ὅσα χρηστὰ, βελτίω ταῦτ’
15. ἔστιν ὁμαλῶς φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα μοχθηρὰ
16. χείρω καὶ ταῦτα πάντ’ ἐστὶν ὁμαλῶς ὄντα τοιαῦτα.
17. δι’ ὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆς φύσεως
18. κόσμον δεδειγμένα, τὰ δὲ τὸ τῆς μοχθηρίας αἶσχος.
1. τὸ δὲ γλίσχρον ὅτι μὲν πολλάκις ἐπὶ τῶν πλεῖον ἤδη τεθερμασμένων
2. γίνεται πρόδηλον. ἐνίοτε δὲ καὶ ἡ τῶν ἐδεσμάτων
3. ποιότης ἀπεργάζεται τοιούτους χυμούς. ἀλλ’ οὗτοι μὲν
4. ὅταν ἐπὶ τὴν ἔκκρισιν ὁρμήσωσιν, οὐκ εἰσὶν ὀλίγοι, τὸ δὲ
5. κατ’ ὀλίγον ἐκκρινόμενον γλίσχρον ἀποκεχώρηκε μὲν τούτων,
6. ᾠκείωται δὲ συντήξεσι μετρίαις. ἐνίοτε δὲ αἱ σφοδραὶ
7. συντήξεις ἀθρόας γλίσχρας ἐργάζονται διαχωρήσεις. ἀλλ’
8. αἱ τοιαῦται πάντως εἰσὶ δυσώδεις καὶ ταύτῃ διορίζονται τῶν
9. ὠμῶν χυμῶν οὐκ ὄντων δυσωδῶν.

Cliquer un n° de page pour en afficher l’image