17. Φῦσαν δὲ ἄνευ ψόφου μὲν καὶ περδήσιος διεξιέναι ἄριστόν
18. ἐστι, κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι.
1. καίτοι καὶ οὕτω διελθοῦσα σημαίνει ἢ
2. πονέειν τι τὸν ἄνθρωπον ἢ παραφονέειν, ἢν μὴ ἑκὼν ὁ
3. ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.
5. Τὰς φύσας ἔνιοι μὲν ἐκκρίνουσι μετὰ ψόφου μηδὲν
6. ἀπαισχυνόμενοι, τινὲς δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον ἢ
7. τοῦτο πρᾶξαι. τούτους μὲν οὖν ὅταν ἀκουόντων πολλῶν
8. προΐωνται φῦσαι, εἰδέναι δεῖ δυοῖν θάτερον, ἢ μὴ παρακολουθεῖν
9. τοῖς πραττομένοις ἢ διὰ τὸ μέγεθος ὀδύνης κατηναγκάσθαι
10. πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων
11. ὅσοι μηδ’ ὅλως φροντίζουσι τῶν παρόντων, οὐδὲν μὲν σημαίνειν
12. ἄτοπον ὑποληπτέον τὴν μετὰ ψόφου φῦσαν· ἄμεινον
13. δὲ εἶναι καὶ ἐπὶ τούτων ἄνευ ψόφου. πάντως γὰρ ἤτοι
14. πλῆθος ἐνδείκνυται τοῦ φυσώδους πνεύματος ἢ στενοχωρίαν
15. τῶν ὀργάνων, ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ ᾖ, τὰ δ’
16. ὄργανα δι’ ὧν ἐκκρίνεται χαλαρὰ τελέως ᾖ· χωρὶς ψόφου
17. τοῖς τοιούτοις ἡ τῆς φύσης ἀπόκρισις γίνεται.