15. Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου
16. ὁμοίη ὑπερύθρη τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο
17. τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα.
1. Ὅταν αἵματος ὀῤῥὸς συναπέρχηται τῷ οὔρῳ, φαίνεται
2. μὲν καὶ κατὰ τὴν χρόαν ὑπέρυθρον, ἐνδείκνυται δὲ περιουσίαν
3. αἵματος οὐκ ἀκριβῶς κατειργασμένου· διότι μὲν οὖν
4. τοῦ χρηστοτάτου τῶν χυμῶν ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο
5. ἀκίνδυνον ὑπάρχει. διότι δὲ ὑγροτέρου τε καὶ ὀῤῥωδεστέρου
6. τούτου ὄντος, διὰ τοῦτο χρῄζει πέψεως. εἴπερ οὖν ἐκ
7. τῶν χρόνων οἱ πεπασμοὶ γίνονται, δεόντως τὸ τοιοῦτο οὖρον
8. χρονιωτέραν ἔσεσθαι παρὰ τὸ πρότερον ἐνδείκνυται
9. τὴν λύσιν τοῦ νοσήματος.