12. Κριμνώδεες δ’ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραὶ, τουτέων
13. δὲ εἰσι κακίους αἱ πεταλώδεες. λεπταὶ δὲ καὶ λευκαὶ
14. κάρτα φλαῦραι, τουτέων δὲ εἰσι κακίους αἱ πιτυρώδεες.
16. Κρίμνα καλεῖται τὰ τοῖς ἀλφίτοις ἐμφερόμενα τῆς πεφρυγμένης
17. κριθῆς μόρια μεγάλα, διαπεφευγότα δηλονότι
18. τὴν ἐν τῇ μύλῃ κατεργασίαν ἀκριβῆ. τοιαῦτα τοίνυν ὅταν
1. ἐμφέρηται ταῖς ὑποστάσεσι τῶν οὔρων, οὐκ ἀγαθόν ἐστι
2. σημεῖον. ἐν μὲν γὰρ τοῖς ἀλφίτοις τὸ μὴ καταθραυσθὲν
3. εἰς ἄκρως λεπτὰ μόρια γίνεται κρίμνον, ἐν δὲ τοῖς οὔροις
4. οὐ δήπου τῶν σιτίων τι συναναδοθὲν ἔμεινεν ἔτι σκληρὸν,
5. ἀλλ’ ἐξ ὑπεροπτήσεως αἵματος παχέος ἢ συντηκομένων ἀνωμάλως
6. τῶν σαρκῶν γίνεται ταῦτα. τὸ δὲ ἀνωμάλως ἐστὶν,
7. ὅταν ὑπὸ πυρετώδους θερμασίας ὅσον μὲν ἁπαλόν τέ ἐστι
8. καὶ νεοπαγὲς τῆς σαρκὸς, εἰς ἰχῶρα ἀναλυθῇ, τὸ σκληρὸν
9. δὲ τοῖς πεφρυγμένοις ὑπὸ ταγήνου παραπλησίως συστῇ ξηρανθέν.
10. πρῶτον μὲν γὰρ ἡ νέα καὶ ἁπαλὴ πιμελὴ
11. τήκεται κατὰ τοὺς τοιούτους πυρετοὺς, εἶθ’ ἡ σκληροτέρα
12. καὶ παλαιοτέρα, καὶ μετὰ ταύτην αἱ νέαι καὶ ἁπαλαὶ σάρκες,
13. εἶθ’ αἱ σκληραὶ καὶ παλαιαὶ, καὶ τούτων ἐφεξῆς ἤδη
14. τὰ στερεὰ μόρια τοῦ σώματος, ὧν πάλιν ἀνωμάλως συντηκομένων
15. πεταλώδη μόρια τοῖς οὔροις συνεκκρίνεται. διὸ
16. καὶ χείρω τὰ τοιαῦτά ἐστιν οὖρα τῶν τὰ κριμνώδη μόνον
17. ἐχόντων. ἕτεραι δ’ εἰσὶν ὑποστάσεις λεπταὶ, τουτέστιν οὐκ
18. ἔχουσαι πάχος, ἀλλ’ ὡς ἂν εἴποι τις ἀφρῷ παραπλήσιαι.
1. εὐθέως δ’ εἰσὶν αἱ τοιαῦται καὶ λευκαὶ, διότι δέχονται δι’
2. ὅλων ἑαυτῶν τὴν τοῦ περιέχοντος αὐγὴν μᾶλλον τῶν παχέων.
3. ἡ γένεσις δ’ αὐταῖς ἐκ φυσώδους πνεύματος ἀναμεμιγμένου
4. δυσλύτως ἡμιπέπτῳ περιττώματι χυμῶν. ἴδιον
5. γάρ ἐστιν αὐτῶν τῶν τελέως πεπεμμένων ὃ καλεῖν εἴωθα
6. ὁμαλὲς. γίνεται δὲ τὸ τοιοῦτον, ὅταν ὁμοιομερὲς ὑπάρχει
7. πᾶν, ὡς τό γε μεμιγμένον ἑτεροίῳ σώματι διάφορα τὰ μόρια
8. κατά τε τὴν σύστασιν ἔχει καὶ τὴν χρόαν. αὐτῶν δὲ
9. τῶν ἀνωμάλων τὰ κατὰ σμικρὰ μόρια τῶν κατὰ μεγάλα
10. τὴν ἀνωμαλίαν ἐχόντων ἐστὶ χείρω. τὰ μὲν γὰρ
11. κατὰ μεγάλα μεγάλην τινὰ ῥώμην τῆς φύσεως ἐνδείκνυται,
12. τοσαύτην ὅσον πέρ ἐστι τὸ μέγεθος τῆς οὐσίας ἀκριβῶς
13. κατειργασμένης, τὰ δὲ κατὰ σμικρὰ νικᾶσθαι πρὸς τῆς
14. ὅλης τὴν δύναμιν ἐμφάνει καὶ οἷον μάχην τινὰ ἔχειν ἐν αὐταῖς
15. ἰσοσθενῆ. τοῦτο μὲν δὴ κοινὸν ἐπὶ πάντων ἐστὶ τῶν
16. ἀνωμάλων. αἱ δὲ κατὰ μέρος ἐν αὐταῖς διαφοραὶ παρά τε
17. τὴν τοῦ πεφθέντος ἀρετὴν γίνονται καὶ τὴν κακίαν τοῦ μὴ
1. πεφθέντος. ἐπὶ δὲ ταῖς εἰρημέναις οὖν τρισὶ διαφοραῖς τῶν
2. ὑποστάσεων ἄλλην τετάρτην λέγει τὴν πιτυρώδη χείρω τῆς
3. τρίτης, ὡς ἂν καὶ αὐτὴν ἐνδεικνυμένην ὁμοίως τῇ τε πρώτῃ
4. καὶ τῇ δευτέρᾳ τὴν θερμασίαν τοῦ πυρετοῦ φλογώδη καὶ
5. συντηκτικὴν, ἣν οὐκ ἐχρῆν τετάρτην, ἀλλὰ τρίτην γεγράφθαι.