8. Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαὶ,
9. μέλαιναι δὲ φλαῦραι.
11. Περὶ τῶν ἐν ταῖς ὑποστάσεσι διαφορῶν εἰπὼν ἑξῆς
12. ἐπὶ τὰς νεφέλας μετέβη δηλώσας ὅτι τὸ ἐναιώρημα νεφέλην
13. ὀνομάζει τῇ προσθήκῃ τοῦ ἐμφερόμεναι ῥήματος, ὧν
14. ὅτι τὰς μελαίνας εἰκότως μέμφεται δῆλον, εἴ γε δὴ τὸ μέλαν
15. ἢ διὰ ψύξιν ἰσχυρὰν γίνεται, καθ’ ὃν λόγον καὶ τὸ αἷμα
16. μελαίνεται θρομβούμενον, ὅσα τε νεκροῦται ψυχθέντα
17. τελέως ἢ δι’ ὑπερβάλλουσαν θερμασίαν. καὶ γὰρ αὖ καὶ τὸ
1. αἷμα μελαίνεται καιόμενον, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα
2. σώματα, καὶ οἱ πολλῷ χρόνῳ διατρίψαντες ἐν ἡλίῳ θερινῷ
3. μέλανες γίνονται.