Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.3, ed. Kühn, 1830, vol. 18b, p. 116-119. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.3


5. Ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος οἱ ὕδρωπες γίνονται, βῆχές
6. τε καὶ θυμὸς ἐγγίνεται αὐτέοισι καὶ οὐδὲν ἀποπτύουσιν
7. ἄξιον λόγου καὶ οἱ πόδες οἰδέουσι καὶ ἡ γαστὴρ οὐ διαχωρέει,
8. εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην καὶ περὶ τὴν
9. κοιλίην γίνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δὲ ἐπ’
10. ἀριστερὰ ἱστάμενά τε καὶ καταπαυόμενα.

12. Θυμὸν εἴρηκε νῦν τὴν προθυμίαν ἣν ἴσχουσι πρὸς τὸ
13. βήττειν, ἐρεθιζόμενοι μὲν ὡς πρὸς τὸ σύμπτωμα, παραχρῆμα
14. δὲ αὐτοῦ παυόμενοι καὶ μόνον ἀρχῆς τοῦ βήττειν
15. πειρώμενοι. ὁ γὰρ τοῦ ἥπατος ὄγκος ἐγκείμενος ταῖς φρεσὶ
16. στενοχωρίαν ἐργάζεται τῷ πνεύμονι. παραπλησίας οὖν διαθέσεως
17. γινομένης τῇ κατὰ τὰς ὄντως αὐτῷ στενοχωρίας,
1. δι’ ἃς φλεγμαίνων τε καὶ καταῤῥοϊζόμενος ἐκ τῆς κεφαλῆς
2. πάσχει. προθυμοῦνται μὲν βήττειν, ἐλπίζοντες ἐκ τοῦ κενῶσαι
3. τὸ λυποῦν ἰάσασθαι τὴν στενοχωρίαν. ἀρξάμενοι δὲ
4. αὐτοῦ παραχρῆμα παύονται διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν
5. ἀκριβεστέραν ἀφικνούμενοι τῆς διαθέσεως, αἰσθανόμενοί
6. τε σφῶν αὐτῶν ὅτι μάτην ἤλπισαν. ἀλλὰ καὶ ἡ φύσις
7. αὐτὴ καθ’ αὑτὴν ἐπάγει βῆχα, τὰς ἐμφράξεις τοῦ πνεύμονος
8. ἐκκαθαίρουσα, κἂν ἡμεῖς μὴ προαιρώμεθα βήττειν· ὥστ’
9. ἐργῶδες εἷναι πολλάκις ἀντισχεῖν τε καὶ κωλῦσαι τὸ σύμπτωμα.
10. νῦν οὖν ὁπότε διὰ τὴν στενοχωρίαν ἐπὶ τὸ βήττειν
11. οἱ κάμνοντες ἔρχονται μάτην, ὡς ὀνησόμενοί τι τὴν ἐκ
12. τῆς φυσικῆς δυνάμεως ὑπηρεσίαν οὐκ ἔχοντες αὐτίκα παύονται.
13. διὰ ταῦτα μὲν γὰρ ἡ προθυμία γίνεται τοῖς οὕτω
14. κάμνουσι τοῦ βήττειν. ἀπολείπει δ’ αὐτοὺς ἐν τάχει τοὔργον,
15. ὡς ἂν μηδὲν ἀποπτύοντας ἄξιον λόγου. ἀλλὰ τοσοῦτον
16. ὅσον εἰς τὰς τραχείας ἀρτηρίας ὀῤῥῶδές τε καὶ λεπτὸν ἐκ
17. τῶν περιεχόντων ἀγγείων τὸ ὀῤῥῶδες αἷμα συνθλίβεται δίκην
18. ἱδρῶτός τινος ταῦτ’ οὖν οἱ ἀπὸ τοῦ ἥπατος ὕδρωπες
1. ἀφορίζονται τῶν προειρημένων, ἔτι τε τῇ βραχύτητι καὶ τῇ
2. σκληρότητι τῶν ὑπερχομένων κάτω. διερεθίζονται γὰρ ἐκεῖνοι
3. πεπονθότων αὐτοῖς ἤτοι τῶν ἐντέρων ἢ τοῦ μεσεντερίου.
4. τοῖς δ’ ἀπὸ τοῦ ἥπατος ὑδεριῶσιν, ὡς ἂν ἀπαθῶν
5. ὄντων τούτων, οὔτε διαφθειρομένης τῆς τροφῆς οὔτε βαρυνομένων
6. ὑπ’ αὐτῆς τῶν μορίων, ἔῤῥωνται γὰρ καὶ οὐ γίνονται
7. διάῤῥοιαι, μένει πλεῖον αὐτόθι τὰ τῆς τροφῆς λείψανα,
8. τὸ μέν τι διαπέμποντα πρὸς τὴν ἐντὸς τοῦ περιτοναίου
9. χώραν, τὸ δέ τι καὶ τῇ φλεγμονῇ τοῦ ἥπατος οἷον ἐξοπτώμενα,
10. καὶ μέντοι καὶ τὸ δέρμα πᾶν αὐτοῖς, ὡς ἂν ὑπὸ
11. φλεγματώδους αἵματος τρεφόμενον, οἰδαλέον τε γίνεται καὶ
12. εἰ πιέσαις αὐτὸ τῷ δακτύλῳ, παραχρῆμα μὲν φαίνεται κοῖλον,
13. ὀλίγον δ’ ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανερχόμενον
14. κατάστασιν. οὐ μὴν εὐθέως ἐξ ἀρχῆς ἅμα τῇ μεταπτώσει
15. τῆς ὀξύτητος εἴωθε γίνεσθαι τὸ τοιοῦτον, ἀλλ’ οἱ μὲν πόδες
16. οἰδίσκονται πρῶτοι, ποῤῥωτάτω τῶν θερμοτάτων μορίων
17. ὄντες. ἐπαναβαῖνον δὲ τὸ σύμπτωμα καὶ περὶ τὴν
18. κοιλίαν πᾶσαν τὴν αὐτὴν ἐργάζεται διάθεσιν, ὥστε εἰ πιέσας
19. τὸ οἴδημα δακτύλῳ κοιλαίνεσθαί τε καὶ οἶον βοθροῦσθαι
1. τὸν τόπον, εἶτ’ ὀλίγον ὕστερον εἰς τὴν ἔμπροσθεν
2. ἐπανέρχεσθαι κατάστασιν. ὅπερ Ἱπποκράτης εἶπε καὶ περὶ
3. τὴν κοιλίην οἰδήματα γίνεται ἱστάμενά τε καὶ καταπαυόμενα.
4. δύναιτο δ’ ἂν εἰρηκέναι τοῦτο καὶ περὶ τῆς πρώτης
5. γενέσεως αὐτῶν ἔτι. καὶ γὰρ ἀρχόμενα συνίστασθαι καθίστανται
6. πολλάκις, ὡς δόξαι τινὶ πεπαῦσθαι τελέως αὐτά.
7. μετὰ ταῦτα δὲ αὖθις ἐπαίρεται καὶ πάλιν δὲ καθίστανται
8. καὶ αὖθις πάλιν ἐπαίρεται. προελθόντος δὲ τοῦ χρόνου μένει
9. μηκέτι καθιστάμενα. διαφέρει γε μὴν ταῦτα τῶν προειρημένων
10. ἐν τοῖς κενεῶσι, τῷ κοιλαίνεσθαι πιεζόμενα, φλεγματικὴν
11. ἔχοντα τὴν φύσιν, οὐκέτι φυσώδει πνεύματι καθάπερ
12. ἐκεῖνα γινόμενα.

Cliquer un n° de page pour en afficher l’image