11. Ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν
12. οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα.
14. Ἐν πάσαις μὲν ταῖς ἡλικίαις ὀλέθρια τά τε μέλανα
15. τῶν οὔρων ἐστὶ καὶ ὑδατώδεα, ἀλλ’ ἐπὶ μὲν τῶν ἀκμαζόντων
16. τὴν πρώτην ἔχει τάξιν, ὡς ἐν ὀλεθρίοις, τὰ μέλανα,
17. ἐπὶ δὲ τῶν παιδίων τὰ ὑδατώδη. λέλεκται γὰρ ἔμπροσθεν
18. αὐτῷ τὰ ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλεθριώτατα ὑπάρχειν.
1. ἐναντιώτατα δέ ἐστιν ἐπὶ τῶν παίδων οὐχ οὕτως
2. τὰ μέλανα τοῖς κατὰ φύσιν ὡς τὰ λεπτά. κατὰ φύσιν γὰρ
3. αὐτοῖς ἐστιν οὐρεῖν παχέα τε καὶ πολλὴν ὑπόστασιν ἔχοντα.
4. τοῖς δ’ ἀκμάζουσι καὶ λεπτότατα καὶ ὀλίγην ὑπόστασιν ἔχοντα
5. γίνεται, διόπερ ἐπ’ αὐτῶν ἐστιν ὀλεθριώτατα τὰ μέλανα
6. τῶν οὔρων. ἐπὶ δὲ τῶν παιδίων καὶ δι’ ἄλλην αἰτίαν ὀλέθρια
7. τὰ ὑδατώδη. τάχιστα γὰρ ἐπ’ αὐτῶν πέττεται πάντα
8. διὰ ῥώμην τῆς ἀλλοιωτικῆς δυνάμεως, αἱ πέψεις δὲ
9. παχύνουσιν οὐκ οὖρα μόνον, ἀλλὰ καὶ διαχωρήματα τοῖς
10. εὐπετιοῦσι κατὰ γαστέρα. καὶ πτύσματα περιπνευμονικοῖς
11. τε καὶ πλευριτικοῖς καὶ φλέγματα ἐν κατάῤῥοις καὶ κορύζαις
12. καὶ λήμας ἐν ὀφθαλμίαις καὶ πῦον ἐν ἕλκεσιν. ἐὰν
13. οὖν φαίνηται τοῖς παισὶ τὸ οὖρον ὑδατῶδες ἐπὶ πλέονα
14. χρόνον παραμένον, ὡς μηδεμίαν μεταβολὴν ἴσχειν ἐπὶ τὸ
15. παχύτερον, ὀλέθριον γίνεται τὸ σημεῖον.