2. Ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον,
3. ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν
4. δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.
6. Ἀληθέστατα καὶ τοῦτ’ εἴρηται τῷ Ἱπποκράτει. τὰ
7. μὲν γὰρ δυσπεπτότερα τῶν νοσημάτων, ὡς ἂν ἐπὶ παχυτέροις
8. καὶ ψυχροτέροις γινόμενα χυμοῖς, εἰς ἀπόστασιν
9. εἴωθε κρίνεσθαι, τὰ δὲ ἐπὶ θερμαῖς καὶ λεπταῖς ἐκκρίσεσιν.
10. ὅταν οὖν ποτε χρόνῳ πλείονι παραμένῃ τὰ οὖρα μὴ πεττόμενα,
11. διορίζεσθαι χρὴ πότερον οὐκ ἐξαρκέσει τῷ μήκει
12. τοῦ νοσήματος ὁ κάμνων ἢ δι’ ἀπόστασιν κριθήσεται. ὁ
13. διορισμὸς δὲ ἀπὸ τῶν ἄλλων σημείων γενήσεται. τὰ μὲν
14. γὰρ ὀλέθρια θάνατον δηλοῦσι, τὰ δὲ ἐπιεικῆ σωτηρίαν. αἵ
15. γε μὴν ἀποστάσεις ἐν μὲν τοῖς πάνυ χρονίζουσιν ἐς τὰ
16. κάτω χωρία γίνονται διά τε τὴν ψυχρότητα καὶ τὸ
17. πάχος τῆς ὕλης καὶ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν, κεκμηκυίας
18. διὰ τὸν χρόνον, ἐν δὲ τοῖς ὀξυτέροις παρ’ ὦτα. καὶ
1. γὰρ καὶ οἱ χυμοὶ τούτοις ἧττόν εἰσι παχεῖς καὶ ἡ θερμασία
2. πολλὴ καὶ ἡ δύναμις εὐρωστοτέρα. τὰ δὲ μεταξὺ τούτων
3. νοσήματα τὰς ἀποστάσεις ἐπαμφοτεριζούσας ἔχει. καὶ
4. οὐδέν ἐστιν ὅσον ἐπὶ τῷ χρόνῳ ζητεῖν ἄνω μᾶλλον ἢ κάτω
5. ῥέψουσιν, ἀλλ’ ἐκ τῶν ἄλλων σημείων διορίζεσθαι προσήκει.