Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.37, ed. Kühn, 1830, vol. 18b, p. 163-164. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.37


7. Μὴ ἐξαπατάτω δὲ σε ἤν τι ἡ κύστις νούσημα ἔχουσα τῶν
8. οὔρων τοιαῦτα ἀποδιδῷ. οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν
9. ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν.

11. Κάλλιστα καὶ τοῦτο προσέγραψεν ἀναμιμνήσκων
12. ἡμᾶς, ὃ τάχ’ ἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοσούντων
13. διορίσασθαι· καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων
14. κατὰ γαστέρα μεμνῆσθαι τοῦ νῦν εἰρημένου διορισμοῦ.
15. κοινὸν μὲν γὰρ ἀμφοτέραις ταῖς ἐκκρίσεσιν τό τε
16. τοῦ παντὸς σώματος ὑποδέχεσθαι τὰ περιττώματα ταῦτα
17. καὶ τὸ τῶν μορίων ἐκείνων δι’ ὧν ἐκκρίνεται. συμβέβηκε
18. δὲ κατὰ φύσιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸς σώματος
19. ἐκκαθαίρεσθαι περιττώματα δι’ οὔρων, τὰ δὲ τῶν κατὰ γαστέρα
1. συνεξέρχεσθαι τῇ κόπρῳ. παρὰ φύσιν δὲ ἐχόντων
2. τοῖς μὲν οὔροις συνεκκρίνεσθαί τινα τῶν ἐν νεφροῖς καὶ
3. κύστει νοσημάτων γνωρίσματα, τῇ δὲ κόπρῳ τοῦ παντὸς
4. σώματος. οὐκ ὀλιγάκις γοῦν ἐπὶ τῶν οὐρησάντων πυώδη,
5. ζήτησις ἐγένετο πόθεν ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη
6. ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζήτησιν ἔχει. καὶ δριμέα
7. δὲ καὶ δυσώδη καὶ χολώδη τὰ οὖρα πολλάκις μὲν ἐγένετο
8. διὰ κύστιν τε καὶ νεφρούς· οὐκ ὀλιγάκις δὲ καὶ διὰ τὸ πᾶν
9. σῶμα, τουτέστι τὴν ἐν ὅλῳ τῷ ζώῳ πεπτικὴν δύναμιν τῶν
10. χυμῶν, ἥτις, ὡς ἐδείξαμεν, οἷον ἑστίαν καιομένην καὶ πηγὴν
11. ἔχει τὸ ἧπαρ. ἐνίοτε δὲ καὶ ταύτης αὐτῆς μηδὲν πεπονθυΐας
12. ἐκκαθαίρεται διὰ νεφρῶν καὶ κύστεως ὅλον τὸ ζῶον,
13. ἢ μορίων τινῶν τῶν ἐν αὐτῷ τινα περιττώματα ταῖς φλεψὶν
14. ἐμπίπτοντα ἐκκαθαιρομένου τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν
15. συνεκκρίνεται, καθότι καὶ ἀποστήματα πολλαχόθι
16. γινόμενα δι’ οὔρων ἐκκρίνεται.

Cliquer un n° de page pour en afficher l’image