13. Εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πέλιον ἢ μέλαν,
14. ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν
15. εἶναι.
17. Περὶ μὲν οὖν τοῦ πελιδνοῦ καὶ μέλανος χρώματος
18. εἴρηται πρόσθεν. τοῦ πρασοειδοῦς δὲ νῦν πρώτως ἐμνημόνευσεν,
1. οὐκ ἔχοντος μὲν οἰκεῖον ὄνομα, συγχρωμένου
2. δὲ τῇ τῶν πράσων προσηγορίᾳ, εἰ μὴ ἄρα τις ἔμπαλιν
3. ἀπὸ τοῦ πρασοειδοῦς χρώματος ὠνομάσθαι φαίη τὸ
4. πράσον, οὐκ ἀπὸ τοῦ πράσου τὸ πρασοειδές. ἐπὶ τινῶν μὲν
5. γὰρ εὔδηλος ἡ παραγωγὴ τῶν ὀνομάτων, ὡς γνωρίζεσθαι
6. τό τε πρωτότυπον ὑπὸ γραμματικῶν ὀνομαζόμενον καὶ τὸ
7. παρηγμένον ἀπ’ αὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦς χρώματος,
8. ἐπὶ τινῶν δὲ οὐ δῆλον. ἔξεστι γὰρ λέγειν οὐκ ἀπὸ
9. τοῦ φοίνικος ὠνομάσθαι τὸ φοινικοῦν, ἀλλ’ ἀπὸ τοῦ φοινικοῦ
10. τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ τοῦ
11. κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπ’ ἐκείνου. καὶ ἡ ὤχρα
12. δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆς αὐτῆς ἐστι συστοιχίας. ὤχραν
13. δὲ εἴρηκα οὐ τὴν ὀξυνομένην φωνὴν, ὥσπερ ἂν εἴποι τις
14. ὠχρὸν μὲν εἶναι τὸν νεανίσκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ
15. τὴν παροξυνομένην. ἔστι γὰρ εἶδός τι γῆς ὤχρα καὶ μάλιστα
16. ταύτης ἡ Ἀττικὴ καλλίστη. ταυτὶ μὲν οὖν ἅπαξ εἰρήσθω
17. μοι. ἀεὶ γὰρ μέμνησο τοῦ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι
18. τοσοῦτον, ὅσον εἰς σαφῆ δήλωσιν ὧν λέγομεν ἐξ αὐτῶν
1. ἐστιν ὀνήσασθαι. τὸ δ’ ἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ,
2. τὸν χρόνον εἰς τὴν τῶν βελτιόνων σπουδὴν κατατιθέμενος.
3. γίνεται δή τις ἐν τῷ σώματι, καθάπερ ὠχρὰ χολὴ κατὰ
4. φύσιν ἐχόντων, οὕτω καὶ πρασοειδὴς ἑτέρα παρὰ φύσιν.
5. καὶ φαίνεται αὕτη πολλάκις μὲν ἐν αὐτῇ τῇ γαστρὶ γεννωμένη,
6. διά τινων ἀπεψίαν ἐδεσμάτων ἢ λαχάνων, ὁποῖα καὶ
7. τὰ τεῦτλά εἰσι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι. φαίνεται
8. δ’ ἐνίοτε καὶ χωρὶς τοῦτο τοιοῦτό τι προσενηνέχθαι τῷ
9. λόγῳ τοῦ νοσήματος ἐν ταῖς φλεψὶ γεννᾶσθαι καὶ καταῤῥεῖν
10. ἤτοι γε εἰς τὴν ἄνω κοιλίαν ἢ εἰς τὴν κάτω, θερμασίαν
11. γέ τινα ἐν τῷ σώματι παρὰ φύσιν δηλοῦσα καὶ περιττώματος
12. ἰδιότητα τοιούτου τὴν κρᾶσιν, οἶος ὁ τῶν εἰρημένων
13. λαχάνων ἐστὶ χυμός.