Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 2.4, ed. Kühn, 1830, vol. 18b, p. 119-121. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:2.4


15. Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν τῆς
16. τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων.

1. Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλιστα χειμῶνος
2. καὶ γέρουσιν οὐ μόνον ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν, ἃς
3. ἐπισημασίας ὀνομάζουσιν, ἀλλὰ καὶ τοῖς διαλείμμασιν οὐδὲν
4. θαυμαστόν ἐστι περιψύχεσθαι τὰ πέρατα τοῦ σώματος,
5. ἄσαρκά θ’ ὑπάρχοντα φύσει καὶ ποῤῥωτάτω κείμενα τῶν
6. σπλάγχνων. ἀλλ’ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν χρονίων
7. νοσημάτων οὐκ ἔστιν ὁ λόγος αὐτῷ. τὸ τοίνυν ἐν τοῖς ὀξέσι
8. καταψύχεσθαι ταῦτα τὰ μόρια κατὰ τὴν ἐναντίαν διάθεσιν
9. ὡς τὸ πολὺ γίνεται τῆς ἐν τοῖς χρονίοις ἐργαζομένης
10. τὸ σύμπτωμα τοῦτο. κατ’ ἐκεῖνα μὲν γὰρ οὐκ ἐξικνεῖται
11. μέχρι τῶν ἄκρων τοῦ ζώου μορίων ἡ ἔμφυτος θερμότης
12. ὑπ’ ἀῤῥωστίας. ἐν δὲ τοῖς ὀξέσι διὰ μέγεθος τῆς
13. τῶν σπλάγχνων φλεγμονῆς· ὀλίγον μέντοι τῆς αἱματώδους
14. οὐσίας εἰς ὅλον ἥκει τὸ σῶμα. πλεῖστον δὲ αὐτῆς ἐν τοῖς
15. φλεγμαίνουσι κατακλείεται καὶ διὰ τοῦτο τὰ μέσα μόρια τοῦ
16. σώματος, ἅπερ ἐστὶ θώραξ τε καὶ γαστὴρ, ἱκανῶς φαίνεται
17. θερμά. γίνεταί γε μὴν ἐνίοτε ἐν τοῖς ὀξέσιν ἐπισημασία
18. μετὰ ῥίγους ἢ ψύξεως οὐ μόνα τὰ πέρατα τοῦ σώματος,
1. ἀλλὰ αὐτὸ καὶ τὸ περὶ θώρακα καὶ τὴν γαστέρα δέρμα ψυχρὸν
2. ἐργαζομένη. αὕτη μὲν οὐδὲν ἐνδείκνυται κατὰ τὰ
3. σπλάγχνα φαῦλον. ὅταν δὲ μενόντων θερμῶν τῶν κατὰ
4. πλευράς τε καὶ τὴν γαστέρα μορίων ἢ καὶ τοῦ κατὰ φύσιν
5. ἔτι θερμοτέρων γεγενημένων ψύχηται τὰ τοῦ σώματος ἄκρα
6. μόρια, μέγεθος φλεγμονῆς ἐνδείκνυται κατὰ τὰ σπλάγχνα
7. καὶ τάχα βέλτιόν ἐστιν ἀκοῦσαι τὸ θερμῶν ἐόντων ἐπί τε
8. τῆς κοιλίας καὶ τῶν πλευρῶν οὕτως εἰρημένον, ὡς ἐπιφανέστερον
9. αὐτῶν τεθερμασμένων ἢ ὁπότε. κατὰ φύσιν εἶχον.
10. ἴσμεν δ’ ὅτι καὶ ὁ καλούμενος λειπυρίας πυρετὸς ἐκ τῆς
11. τοιαύτης ἰδέας ἐστίν.

Cliquer un n° de page pour en afficher l’image