2. Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ
3. λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.
5. Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ
6. μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν
7. διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον
8. καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ
9. ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα
10. καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους
11. καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων
12. ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται.
13. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς
14. ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν
15. ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου
16. τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν,
17. τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν
18. διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος
1. ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον
2. εἶναι.